PG 49, col. 250

ναν τοῦ πυρὸς, φησίν. Ἔστιν οὖν τις ἡμῶν ὃς οὐχ
ἥμαρτε τὴν ἁμαρτίαν ταύτην; τί οὖν, εὐθέως ἀναρο
πασθῆναι ἔδει ; οὐκοῦν πάντες ἁνηρπάσθημέν τε καὶ
ἠφανίσθη μεν ἂν πάλαι καὶ πρόπαλαι. Πάλιν 6 ὀμνύων,
φησὶ, κᾶν εὐορκῇ, τὰ ἐκ τοῦ Πονηροῦ ποιεῖ πράγματα.
Τίς οῦν ἐστιν, ὃς οὐκ ὥμοσε; μᾶλλον δέ τίς ἐστιν,
ὃς οὐκ ἐπιώρκησε πώποτε; '0 πρὸς γυναῖκα ἰδὼν,
φησὶν, ἀκολάστοις ὀφθαλμοῖς, ἁπηρτισμένος ἐστὶ
μοιχός. Καὶ ταύτης δέ τῆς ἁμαρτίας πολλοὺς εὖροι
τις ἂν ὑπευθύνους. Ὅταν οὖν τά ὡμολογημένα τοιαῦτα
ᾖ, οὕτως ἀφόρητα , καὶ τούτων ’ἑκαστον καθ’ ἑαυτὸ
κόλασιν ἀπαραίτητον ἡμῖν ἐπάγῃ , εἰ καὶ τά λάθρα
ἡμῖν ἡμαρτημένα ἀναλογισαίμεθα, τότε ὀψόμεθα μά-
λιστα τὴν τοῦ Θεοῦ πρόνοιαν οὑκ ἐπάγουσαν καθ’
ἕκαστον ἁμάρτημα τὴν τιμωρίαν ἡμῖν. Ὥστε ὅταν
ἴδῃς τινά ἁρπάζοντα, πλεονεκτοῦντα, καὶ μὴ κολα-
ζόμενον, ἀνάπτυξον καὶ σὺ τὸ σαυτοῦ συνειδὸς, ἀνα-
λόγισαί σου τὴν [259] ζωὴν,ἔπελθε τὰ ἡμαρτημένα,
καὶ μαθήσῃ καλῶς ὅτι σοὶ πρώτῳ οὐ συμφέρει καθ’
ἕκαστον τῶν ἁμαρτημάτων κολάζεσθαι. Διά γάρ τοῑτο
ἀφειδῶς οἱ πολλοὶ φθέγγονται, ἐπειδὴ ού τά ἴδια πρὸ
τῶν ἀλλοτρίων σκοποῦσιν, ἀλλά τά ἡμέτερα ἀφέντες,
τὰ τῶν ἄλλων ἐξετάζομεν ἅπαντες. Ἀλλά μηκέτι
τοῦτο ποιῶμεν, ἀλλά τούναντίον· κάν μὲν δίκαιόν
τινα κολαζόμενον ῐδῃς, ἀναμν’ξσθητι τοῦ Ἰώϐ- ἄν τε
γὰρ δίκαιος τις, οὔτε δικαιότερος ἐσται ἐκείνου,
οὔτε κατά μικρὸν ἐγγύς· ἄν τε μυρία πάσχῃ κακά ,
οὐδὲν οὐδέπω τοσοῦτον ἔπαθεν, ὅσον ἐκεῖνος.
η’. Τοῦτο τοίνυν είς νοῦν λαϐων, παῦσαι κατηγορῶν
τοῦ Δεσπότου , ,μαθὼν ὅτι οὐκ ἐγκαταλιμπάνων τὸν
τοιοῦτον ὁ Θεὸς ἀφίησι πάσχειν κακῶς, ἀλλά στεφα-
νῶσαι καὶ λαμπρότερον ποιῆσαι βουλόμενος. ’Ἂν δὲ
ἁμαρτωλὸν ἴδῃς τιμωρούμενον, ἀναμνήσθητι τοῦ πα-
ραλυτικοῦ τοῦ τριάκοντα ὀκτὼ ἐτη ἔχοντος ἐπὶ τῆς
κλίνης. Ὅτι γὰρ κάκεῖνος δι’ ἁμαρτίας τῇ νόσῳ παρ-
εδόθη τότε ἐκείνῃ, ἄκουσον τοῦ Χριστοῦ λέγοντος ·
Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ
χεζοόν τί σοι γένηται. Ἢ γὰρ ἁμαρτημάτων τίνομεν
δίκας κολαζόμενοι, ἢ στεφάνων λαμϐάνομεν ὑπόθεσιν,
ἂν ἐν κατορθώμασι ζῶντες πάσχωμεν κακῶς. Ὥστε
κᾶν ἐν δικαιοσύνῃ, κᾶν ἐν ἁμαρτίαις ζῶμεν, χρήσι-
μον ἡμῖν ἡ κόλασις, ὁτὲ μὲν λαμπροτέρους ποιοῦσα,
6τέ δὲ σωφρονεστέρους ἐργαζομένη, καὶ τὴν μέλλου-
σαν ἡμῖν ἐπικουφίζουσα τιμωρίαν. Ὅτι γάρ ἐστιν
ἐνταῦθα κολασθέντα καὶ ἐνεγκόντα εὐχαρίστως,
πραοτέρας ἀπολαῦσαι ἐκεῖ τῆς τιμωρίας, ἄκουσον
τοῦ Παύλου λέγοντος Διά τοῦτο ἐν ὑμῖν πολλοὶ
ἀσθενεῖς καὶ ἄρῤωο-τοι, καὶ κοιμῶνται ἱκανοί. El
γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρι-
νόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν
τῷ κόσμῳ κατακριθῶμεν.
Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τά τοιαῦτα φιλοσο-
φῶμεν περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶτοὺς ἀντιλέ-
γοντας ἐπιστομίζωμεν. Κᾶν τι τῶν γιγνομένων τὴν
διάνοιαν ὑπερϐαῖνον τὴν ἡμετέραν, μὴ ἀπὸ τούτου τὰ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.