PG 49, col. 258

δίκαιος, οὒτε Θεός ἐστιν · εί δὲ δίκαιός ἐστιν, ἑκάστῳ
τὰ κατ’ ἀξίαν ἀποδίδωσιν. Ἀλλ’ ὁρῶμεν ού πάντας
ἐνταῦθα κατ’ ἀξίαν ἀπολαμϐάνοντας · οὐκοῦν ἀνάγκη
τινά ἐλπίσαι ἑτέραν ἀποκειμένην ἀμοιϐὴν, ἵνα ἐκά-
στου τά κατ’ ἀξίαν ἀπολαϐόντος, φανῇ τοῦ Θεοῦ τὸ
δίκαιον. Οὗτος γὰρ ὁ λόγος, ού τὴν περὶ προνοίας
μόνον, ἀλλά καὶ τὴν περὶ ἀναστάσεως συνεισάγει φι-
λοσοφίαν ἡμῖν⁸ Ταῦτα τοίνυν εἰδότες, καὶ αύτοί μελε-
τῶμεν τὰ πε pl προνοίας καὶ ἀναστάσεως, καὶ ἐτέρους
διδάσκωμεν, καὶ σπουδὴν ποιησώμεθα ἅπασαν τοὺς
κατά τοῦ Δεσπότου λυττῶντας ἐπιστομίζειν, καὶ αὐτοὶ
δοξάσωμεν αὐτὸν ἐν πᾶσιν. υῦτω γὰρ πλείω τὴν κη-
δεμονίαν αὐτοῦ ἐπισπασόμεθα, καὶ πολλῆς ἀπολαύ-
σομεν ῥοπῆς, καὶ οὕτω δυνησόμεθα τῆς ὅντως ἁπαλ-
λαγῆναι κακίας, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγα-
θῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ήμῶν Ἰησοῦ
Χριστοῦ, δι’ οῦ καὶ μεθ’ οῦ τῷ Πατρὶ ή δόξα, ἅμα
τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀ μήν .
⁸ Colb. πραγμάτων ὁμολογίαν, εἴπωσιν εἶναι.
-α--σ--ιο--ο
βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν· καὶ περὶ μετανοίας.
τὴν σὴν ἐξαγαγεῖν. Τοῦτο γὰρ καὶ ἐμοὶ καὶ τούτοις
τῆς δρόσου τοῦ ούρανοῦ καὶ τῆς πιότητος τῆς γῆς τι-
μιώτερον καὶ ἀναγκαιότερον.
Ἀλλά γὰρ ῶρα λοιπὸν παραθεῖναι τὴν τράπεζαν ⁸
τίς οὖν ἐστιν αὕτης Τά λείψανα τῶν πρώην εἰρημέ-
νων πρὸς τήν ὑμετέραν ἀγάπην· ἔτι γὰρ. ἐτι τὸν
περὶ τοῦ διαϐόλου λόγον ἀνακινοῦμεν, ὃν πρὸ τούτων
τῶν δύο ήμερῶν ἐκινήσαμεν · ὃν καὶ ἕωθεν πρὸς τους
μυσταγωγουμένους εἴπαμεν, ὅτε περὶ ἁποταγῆς καὶ
συνταγῆς διελεγόμεθα τούτοις. Ποιοῦμεν δέ τοῦτο
οὐκ ἐπειδὴ ἡδὺς ήμῖν ὁ περὶ τοῦ διαϐόλου λόγος,
ἀλλ’ ἐπειδὴ ἀσφαλὴς ύμῖν ο ή περὶ τούτου διδασκα-
λία · ἐχθρὸς γάρ ἐστι καὶ πολέμιος · μεγάλη δέ ἀσφά-
λεια τὰ τῶν ἐχθρῶν εἰδέναι σαφῶς. Είρήκαμεν πρώην,
ὅτι βίᾳ ού κρατεῖ, ούδέ τυραννίδι, οὐδὲ ἀναγκάζων,
ούδέ βιαζόμενος ⁸ ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἂν ἀπ-
ώλεσε. Καὶ τούτου τεκμήριον παρηγάγομεν τοὺς χοί-
ρους, ὦν οὐκ ἠδυνήθησαν κατατολμῆσαι οἱ δαίμονες
πρὸ τῆς ἐπιτροπῆς τοῦ Δεσπότου· τὰ βουκόλια τοῦ
Ἰὼϐ καὶ τὰ ποίμνια· ούδέ γάρ ταῦτα διαφθεῖραι
ἐτόλμησεν ὁ διάϐολος, ἕως ἀνωθεν τὴν ἐξουσίαν έλα-
ϐεν.⁶¹Εν τοίνυν τοῦτο πρῶτον ἐμάθομεν, ὅτι βία ήμῶν
ού κρατεῖ, οὐδὲ ἀνάγκῃ · δεύτερον μετ’ ἐκεῖνο προσ-
ἐθήκαμεν, ὅτι καὶ ἀπάτῃ κρατῶν, ούδέ οὕτω πάντων
περιγίνεται· καὶ πάλιν αὑτὸν τὸν ἀθλητὴν εἰς μέσον
παρηγάγομεν τὸν Ἰὼϐ, καθ’ οῦ μυρία κινήσας μη-
χανή ματα, οὺδέ οὕτω περιεγένετο, ἀλλά καὶ ἡττηθεὶς
ἀνεχώρησεν.Ἒν ὑπολείπεται ζήτημα λοιπόν. Ποῖον
' ξίῖμῖν Sic llcg., rectius quam Monlf. qui ediderat
ημιν. ιοιῐ.
ημιν. ιιοιῐ.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.