PG 56, col. 453

Υίὸς φθέγγεται, καί ἀπέδειξεν μὲν ἀλλοτρίαν τὴν προ·
φητείαν τοῦ [ἰατρὸς. [629] ἰδίαν δὲ τοῦ Υίοῦ. Ἐστηκέ
μοι ἀσάλευτος 6 ὄρος τῆς πίστεως. Ἀγών ἐστι τὸ
γυμναζόμενον. Δείκνυμι ἐνταῦθα τὸν Υἰὸν φθεγγόμε-
νον. καὶ ὅταν σε πείσω, τότε ἐμαυτὸν πείθω, Πατέρα
λαλοῦντα , Υίδν κηρύττοντά, τὺ Πνεῦμα τὸ ἅγιον θε-
σπίζον. Ἐγὼ πρῶτον, ἐγὼ καί μετὰ ταῦτα, καὶ
πλὴν ἐμοῦ Θεὸς οὐκ ἐστιν. Κατ’ ἐμοῦ ὀμνύω.
Τίς ἐστιν ό λέγων, ὅτι Ἐγώ ειμι, καὶ οὐκ ἐστιν
ἁλλος; καὶ δτι Ἐκ στόματός μου ἐξελεύσεται
δικαιοσύνη; καὶ, οι λόγοι μου οὐκ ἀποστραφή-
σονται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα
γλῶσσα ἐξομολογήσεται Θεὸν τὸν ἀληθινόν; Πῶς
τίθης τὸ ρἦας εἰς τίνα ὲκλαμϐάνεις τὸ ὄνομα ; Ἀλλά
μήτε σὺ φράζε ἀ μὴ οίδας , μήτε ἐγὼ ἐπαγγέλλομαι
ἀ μὴ ἐπίσταμαι. Ἀκολουθήσωμεν διδασκάλῳ πνευ-
ματικῷ, δυναμένῳ ἡμᾶς ποιχῆσαι πρὸς εὐσέϐειαν.
Μὴ τοίνυν ἄκουε παρ’ ἐμοῦ, ἀλλ’ ἄκουε μετ’ ἐμοῦ.
Ἐγὼ τῶν ὲκκλησιαστικῶν δογμάτων τὸν Παῦλον
,οἶδα διδάσκαλον. ’Ὁταν Παῦλον εἴπω , Χριστὸν κη-
ρύττω· αὐτὸς γάρ ἦν 6 ὲν Παύλῳ φθεγγόμενος, κατὰ
τδ εἰρημένον· El δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ
λαλοῦντος Χριστοῦ ;Ταύτην τοίνυν τὴν προφητείαν
Ἦσαῖου τὴν προειρημένην, τὸ, Ἐγώ εἰμι, καί οὐκ
ἐστιν ἄλλος· καί , Κατ’ ἐμαυτοῦ ὀμνύω . ότι ἐμοὶ
κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἑξομολογή·
σεται τὸν Θεὸν τὸν ἀληθινὸν, Παῦλος εἰς Χριστὸν
ἀναλαμϐάνει. Καὶ ποῦ ταύτην εὑρίσκεις τὴν ἀπόδει-
ξιν ; Ἐπιστέλλων Ῥωμαίοις φησί· Σὺ δὲ τί κρίνεις
τὸν ἀδελφόν σου; ἢ καί σὺ τί ἐξουθενεῖς τὸν
ἀδελφόν σου; τί ἀλλήλους κρίνετε;11ἁντες γὰρ
παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέ-
γραπται γάρ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμ-
ψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται
τὸν Θεὸν τὸν ἀληθινόν. Ἐκεῖνος ὀ λέγων· Ἐγώ
ειμι, καὶ οὐκ ἔστιν ἄλλος· κατ’ ἐμαυτοῦ ὀμνύω,
ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. Εἰ τοίνυν 6 Παῦλος εἰς
Χριστὸν ἀναφέρει τὴν προφητείαν· 6 δὲ ἐν τῷ προ-
φήτῃ φθεγγόμενος Χριστός ἐστι, λέγει δὲ 6 Χριστός·
Ἐγώ ειμι μόνος, καὶ οὐκ ἐστιν ἄλλος· οὐκοῦν ὲκ-
6άλλει τὸν Πατέρα τῆς θεότητος; Ἀλλ’ ούκ ἐκϐάλλει.
ὥσπερ οῦν οὐκ ἐκϐάλλει· ἀμέριστος γάρ η δόξα. 06x-
οῦν ἀποδέδεικται σαφῶς, ὅτι ὥσπερ 6 Υἱὸς ὅταν λέγει,
Ἐγώ ειμι μόνος. οὐκ ἐκϐάλλει τὸν Πατέρα· οὕτως,
οὐδὲ ὅταν περὶ Πατρὸς λέγει, Ἵνα γινώσκωσι σε
τὸν μόνον ἀληθινόν Θεὸν, ἑαυτὸν ἀφορίζει τῆς
ἀληθείας. Καὶ οὐ τοῦτο μόνον ἰᾶται, ἀλλὰ γάρ καὶ τὸ
εἶναι ἀληθινὸν Θεὸν τὸν Χριστὸν, ἐξ αὐτῆς τῆς μαρ-
τυρίας προφέρεται· ἐπάγει γάρ · Καὶ πᾶσα γλῶσσα
ἐξομολογήσεται τὸν Θεὸν τὸν ἀληθινόν. Οὐκοῦν ὁ
λέγων, Ἐγὼ μόνος, καὶ ἐγὼ ἀληθινὸς, 6 Υἱός ἐστι.
Τί τοίνυν διαφέρει περὶ τά ῥήματα, συμφωνούσης τῆς
ἁληθείας; Διατί οὖν εἰπε, Σὲ τὸν μόνον ἀληθινόν
Θεὸν, παιδεύου , καὶ μὴ μάχου. ’0 Σωτὴρ παιδευτὴς
ἐστι τοῦ κόσμου, διορθωτὴς τῆς οἰκουμένης. ὁ τά

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.