PG 65, col. 321

παιδίον, καὶ τδ πρόσωπον αὑτοῦ κατ’ ἐνέργειαν
ἐστράφη ὀπίσω. Kal ἰδὼν 6 πατὴρ αὑτοῦ τὸ πλῆθος
τῶν Πατέρων, λαϐὼν τὸ παιδίον ἔξω τοῦ μοναστηο
ρίου ἐκάθητο κλαίων. Εὑκαίρησε δέ τινι γέροντι
ἐξελθεῖν ο καὶ ἰδὼν αὑτὸν εἷπε · Τί κλαίεις, ἄνθ ρωπε;
'0 δὲ εἷπε · Συγγενής εἰμι τοῦ ἀ66ἄ Ποιμένοςο καὶ
ἰδοὺ συνέϐη τῷ παιδίῳ τούτῳ 6 πειρασμὸς οὗτος ο
καὶ θέλοντες τῷ γέροντι προσενεγκεῖν αὐτὸ, ἐφοϐήο
θημενο οὐ γάρ θέλει ίδείν ἡμᾶς. Καὶ νῦν ἐάν μάθῃ
ὅτι ὦδέ είμι, πέμπει καὶ διώκει με· ἐγὼ δὲ βλέπων
τὴν παρουσίαν ὑμῶν, ἐτόλμησα ἐλθεῖν. Ὠς Θέλεις οὖν,
a665,. ἐλέησόν με, καὶ λάϐε τὸ παιδίον ἔσω, καὶ
εὖξασθε περὶ ⁸³ αὑτοῦ. Kal λαὸὼν αὐτὸ 6 γέρων
εἰσῆλθε, καί ἐχρήσατο φρονίμως, καὶ οὐ προσήνεγκεν
αὐτὸ εὐθέως τῷ ἀϐϐᾷ Ποιμένι, ἀλλὰ ἀρξάμενος ἀπὸ
τῶν μικροτέρων ἀδελφῶν, ἔλεγε· Σφραγίσατε τὸ
παιδίον. Ποιήσας δέ πάντας κατὰ ἀκολουθίαν σφρα-
γῖσαι αὐτὸ, ὕστερον ἤνεγκε τῷ ἀϐϐᾷ Ποιμένι. '0 δὲ
οὐκ ἧθελε αὐτὸ ἐγγίσαι ⁸⁸. Οἱ δὲ παρεκάλουν αὑτὸν,
λέγοντες· Ὥσπερ πάντες, καὶ σὺ ⁸⁸, Πάτερ. Kal
στενάξας, ἀναστὰς εὔξατο, λέγων’ Ὀ Θεὸς, ῐασαι
τὸ πλάσμα σου, ἵνα μὴ κυριευθῇ ὑπὸ τοῦ ἐχθροῦ.
Kal σφραγίσας αὐτὸ εὐθέως ἐθεράπευσε, καί¹ άπ-
ἐδωκε τῷ πατρὶ αὐτοῦ ὑγιές.
η’. Ἀπῆλθέ τις ἀδελφός ποτε ἀπὸ τῶν μερῶν τοῦ
άὸὁᾶ Ποιμένος ἐπὶ ξένης · κα)⁸ κατήντησε πρός τινα c
ἀναχωρητὴν ἐκεῖ’ ἦν γάρ ἔχων ἀγάπην, καὶ πολλοὶ
ἤρχοντο πρὸς αὐτόν. Ἀνήγγειλε δὲ αὑτῷ 6 ἀδελφὸς
τὰ περὶ τοῦ άϐϐἄ Ποιμένος. Kal ἀκούσας τὴν ἀρετὴν
αὐτοῦ ἐπεπόθησεν αὐτὸν ἰδεῖν. Ἀνακάμψαντος δέ
τοῦ ἀδελφοῦ είς Αἴγυπτον, μετὰ χρόνον τινά ἀνα-
στὰς ὁ ἀναχωρητὴς, ἦλθεν ἀπὸ τῆς ξένης εἰς Αί-
γυπτον πρὸς τόν ποτε παραϐαλόντα αὐτῴ ἀδελφόν ο
ἦν γὰρ εἰπὼν αὐτῷ τιῸῦ μένει. Ἰδὼν δὲ αὑτὸν ἐκεῖ-
νος ἐθαύμασε, καὶ ἐχάρη λίαν. Εἷπε δὲ ὁ ἀναχωρη-
cf); ο Ποίησον ἀγάπην, ἆρόν με πρὸς τὸν ἀ66ἄν Ποι-
μένα. Kal λαϐὼν αὑτὸν ἦλθε πρὸς τὸν γέροντα , καὶ
ἀνήγγειλεν αὑτῷ τά περὶ αὑτοῦ, λέγων, ὅτι Μέγας
ἄνθρωπός ἐστι, xal πολλὴν ἀγάπην ἔχων, καὶ πολ-
λὴν τι μὴν είς τὴν χώραν αὐτοῦ. Ἀνήγγειλα δὲ αὐτῷ
περὶ σοῦ, καὶ ἐπιθυμῶν ἰδεῖν σε ἦλθεν. Ἐδέξατο
οὖν αὐτὸν μετά χαρᾶς, καὶ ἀσπασάμενοι ἀλλήλους
ἐκάθισαν. Καὶ ἤρξατο 6 ξενικὸς λαλεῖν ἀπὸ τῆς Γρα-
φῆς, περὶ πνευματικῶν καὶ οὐρανίων. Ἔστρεψε δὲ
6 esse; Ποιμὴν :6 πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔδωκεν
αὐτῷ ἀπόκρισιν. Ἰδὼν δὲ ὅτι οὑ λαλεῖ μετ’ αὑτοῦ,
λυπηθεὶς ἐξῆλθε, καὶ λέγει τῷ ἀδελφῷ τῷ ἐνέγκαντι
αὐτόν ο Εἰς μάτην ἐποίησα ὃλην τὴν ἀποδημίαν ταύ-
την, Ἦλθον γὰρ πρὸς τὸν γέροντα · καὶ ἰδοὺ οὐδὲ
λαλῆσαι θέλει μετ’ ἐμοῦ. Είσῆλθε δὲ 6 ἀδελφὸς πρὸς
τὸν ἀϐὁᾶν Ποιμένα, καὶ λέγει αὐτῷ’ Ἀϐϐά, διὰ σὲ
ἦλθεν ὁ μέγας ἄνθρωπος οὗτος, ἔχων τοσαύτην δόξαν
⁵⁸ ΔΙ. inser. ἄνω. ⁸³ Al. ὑπέρ.
(79) Vit. Patr. tt, 1ος xxv, 1.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.