PG 65, col. 704

θαλάσσῃ τὸ μὲν πέλαγος βλέπουσι, τὸν δὲ κρυπτόμε-
νον κάτω μαργαρίτην οὐχ ὀρῶσιν· οὕτω καὶ ὁ προ-
φήτης εἰκόνα μὲν ἔβλεπε, καὶ μυστήριον ἠρεύνα. Διό
φησιν· Καὶ ήρώτησα τὸν ἄγγελον, καὶ εἴπον· 8
ἐστι ταῦτας Τί οὖν ὁ ἄγγελος; οὐ λέγει δτι εἶδεν
λυχνίαν, καὶ λαμπάδιον, καὶ λύχνους καὶ ἐπαρυστρί-
δας· ἀλλʼ ἀφεὶς τὸ αἴνιγμα, κηρύττει τὸ θαῦμα, καὶ
λέγει· Οὗτος π Aόγος Κυρίου. Καὶ γίνεται ὁ ἄγγε-
λος εὐαγγελιστής· ἀφεὶς γὰρ τὴν ὄψιν, κηρύττει τὸ
θαῦμα, καὶ λέγει· Οὄτος ό Aόγος Κυρίου. Τί λέ-
γεις, ὦ ἄγγελε; Σκεύη ἔδειξας, καὶ Λόγον εὐαγγελί-
ζεις; Nαί· αἴνιγμα γὰρ τὸ θέαμα, καὶ μυστήριον ἡ
χάρις. Ἐπειδὴ [γὰρ ἤμελλεν ὁ Δεσπότης Κύριος ἐκ
Παρθένου τίκτεσθαι κατὰ σάρκα, καὶ σχηματίζεσθαι
ὡς ἄνθρωπος, καὶ σαροωῦσθαι ὡς ἤθελεν· ἤμελλον δὲ
Ἰουδαῖοι διασύρειν τὸ θαῦμα, καὶ λέγειν· Πῶς ἠδύ-
νατο ὁ τοῦ Θεοῦ Λόγος, ὁ ἐν dρχῇ Λόγος, ό πρὸς
τὁν Θεὸν Aόγος, ἐν σχήματι ἀνθρώπου γεννᾶσθαι,
καὶ ἐκ τοῦοῖκείου πλάσματος σαρκοῦσθαι; βουλόμενος
οὖν ἀποφράξαι τῶν Ἰουδαίων τὰ στόματα, ἔδειξε τῷ
προφήτῃ ἀντὶ τῆς Παρθένου, τὴν λυχνίαν· ἀντὶ τῶν
χαρισμάτων, τὰς ἐπαρυστρίδας· ἀντὶ τῶν διαθηκῶν,
τὰς ἐλαίας· ἀνττὶ τοῦ Σωτῆρος, τὸ λαμπάδιον. Καὶ
ὅτι λαμπάδιον λέγουσιν οἱ προφῆται τὸν Δεσπότην
Κριστὸν, τὸν σαρκωθέντα Λόγον, τὸν μὴ τραπέντα
Θεὸν, ἄκουε Ἡσῖου λέγοντος· Ἀγαλλιάσβω ἢ
ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἰμάτιον
συτηρίου, καὶ μιτῶνα εὐφροσύνης· ὡς νυμφίp
περιέθηκέ μοι μίτραν· καὶ ὡς νύμφην κατεκd-
σμησέ με κόσμῳ· καὶ ὡς γῆν αὕξουσαν τὸ ἄνθος
αὐτῆς· καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ· οὕ-
τως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα
ἐνώπτιον πτάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιω-
πήσομαι, καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἐως
ἂν ἐξέλθῃ ὡς φῶς ὁ διικοιοσύνη μου· τὸ δέ σω-
τήριόν μου ὡς λαμπὰς καυθήσεται. Aὐτῷ ἡ δόξα
καὶ τὸ κράτος καὶ ἡ τιμὴ σὺν τῷ Πατρὶ ἅμα τῷ
ἀγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Aοrox r.
Εἰς τὴν ἐνανβρώπησιν τοῦ Κυρίου ἡμῶν Τησοῦ
Χροτοῦ (35).
Aʼ. Πολλαὶ καὶ διάφοροι πανηγύρεις τὸν ἀνθρώ-
πινον φαιδρύνουσι βίον, τῷ κύκλῳ τῶν ἐορτῶν τῆς
ἐπιμόχθου ζωῆς τὸ λυπηρὸν εἰς ἡδονὴν μεταβάλλου-
σαι. Ὡσπερ γὰρ οἱ μετὰ ζάλης ἐκ πελάγους κατα-
βάντες χαίρουσι τοῖς λιμέσιν, ὡς ζωῆς ἀγκάλαις·
οὕτως μετὰ πολλὰς πραγμάτων περιστάσεις ἐορτάζων
ὁ ἄνθρωπος, χαίρει τῇ πανηγύρει ὡς ἀμεριμνίας
μητρί. Ἐορτὴ γάρ ἐστι λύπης λήθη· φροντίδων
ὕπνος, χαρᾶς γεωργὸς, φαιδρότητος πρόξενος, προσ-
ευχῆς καιρὸς, πενήτων θέρος, ἐκκλησιῶν κόσμος,
(32) Hanc quoque habuit idem Riccardus ex inscripta sit De Jncarnatione, quam fn festum natσ-
(33) Colum. codex, εἰς τὰ γενέθλια τοῦ Ἰησοῶ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.