PG 68, col. 139

θεῷ’ τί δὴ ἃρα φησὶν ὁ Σωτὴρ, ι Οὐκ ἦλθον κατα
Ἇῧηηο adiuturum. nn. 4..-:2-“ _ , ,,,. οι ..
παύσασθαι δεῖν ἡμᾶς ἠθῶν καὶ λατρείας τῆς κατὰ .
τὸν νόμον.
ΚΥΡ. Ὠς είς πλατὺ ζητημάτων ἐξοίχῃ πέλαγοςί
flcio; γὰρ ἂν ἀρκέσειε νοῦς, τοῖς οὕτω λεπτοῖς θεω-
ρὴμασιν ἐνατενίσαι λαμπρῶς, ὡς τοῖς πάλαι τεθε-
σπισμένοις διὰ τοῦ πανσόφου Μωσέως, ἀδελφὴν οἷά
περ καὶ γείτονα, καὶ διὰ τῶν αὐτῶν ἰοῦσαν πραγμά-
των, τὴν νέαν ⁴ἡμῖν ἐπιδεῖξαι Γραφὴν, καὶ τῆς νομι-
κῆς πολιτείας οὐ σφόδρα διῳκισμένην τὴν ὲν ’Χριστῷ
ζωὴν, εί πρὸς θεωρίαν ἄγοιτο τὴν-πνευματικὴν τὰ
τοῖς ἀρχαίοις διωρισμένα. Τύπος γὰρ ὁ ’νόμος
σκιὰ, καὶ τῆς εὐσεϐείας ἡμόρςρωσις ὡς ἐν. ιθδῖσιν Β
ἔτι, καὶ κεκρυμμένον ἑαυτῇ τὸ τῆς ἀληθείας
ἔχουσα κάλλος. Ἦ οὐχ ὧδε ἔχειν ἐρεῖς δπερ ἔςξοηνς
ΠΑΔΛ. Πάνυ μενοῦν. Ἀλλὰ τίς ἂν γένοιτο τούτου
ἡ διασάφησις; Ἦ τίς ὁ τρόπος τοῦ πολιτεύεσθαι μὲν
Εὐαγγελικῶς ὲξῆφθαι ἔτι δοκεῖν τῆς ἀρχαίας ἐντολῆς,
καὶ πληροῦν οἴεσθαι τὰ διὰ Μωσέως;
ΚΥΡ. Οὐχ ἁπλοῦς ὁ λόγος, ὡς ἄν τις εἰκάσειε·
χρῆμα δὲ, οἶμαι, καὶ πολυσχιδὲς καὶ πολύμορφον ὴ
ἀρετή· καὶ τῆς ὲν Χριστῷ πολιτείας τὰ αῦχηιίατα,
διὰ πλείστης ὅσης ἡμῖν τῆς ἁγαθουργίας ὲτκποικίλέ
λεται. Καὶ γοῦν ὀ θεσπέσιος Δαὸὶδ ὲν ψαλμῷ τῷ τε·
τάρτῳ καὶ τεσσαρακοστῷ παρίστησι μὲν et?) ριστῷ,
--.Δλ.-,.. 1.---.3.-. -0. _ 1,. γ ρι- n ς ..ι . -- -
παρθένον ἁγνὴν, ὡς ἐν τάξει βασιλίδος, τὴν Ἐκκλη-
σίαν, περίχρυσον δὲ αὐτῇ καὶ πεποικιλμένην περι-
τίθησι στολὴν, οὕτω λέγων’ ε Παρέστη ὴ βασίλισσα
ἐκ δεξὶῶν σου , ὲν ἱματισμῷ διαχρύσῳ περιδεῶςημο
μένη καὶ πεποικιλμένη. ι Τοῦ μὲν διαχρύσου, τὸ ἕνα
τιμον καὶ περιφανὲς, καθάπερ ἐγῷμαι, τοῦ δὲ ποικί-
λου, τὸ πολυειδὲς τῆς ἀρετῆς εὖ μάλα κατασημαίι
νοντας. Εὐπρεπεστάτη γὰρ λίαν ἠ Ἐκκλησία, x6-
σμον ἔχουσα τὸν νοητὸν,ξού τοῖς τῆς σαρκὸς ὁρώμενον
ὀφθαλμοῖς, ἀλλ’ είς νοῦν ἔσω καί⁹ καρδίαν, τὸν ἐν τῷ
κρυπτῷ νοούμενον Ἰουδαῖον, διὰ πλείστων ἡμῖν ὅσων
ὠραϊσμῶν εὐφυᾶ καὶ ἐξαίρετον ἀστείως ἐπιφαίνοντα.
Ὠς γὰρ ὁ μακάριος γράφει Παῦλος · ι Οὐ γὰρ ὁ ἐν
τῷ φανερῷ ,Ἰουδαῖός ἐστιν, οὔτε μὴν ἐν τῷ φανερῷ
ὲν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ὲν τῷ κρυπτῷ, Ἰουδαῖος ,
καὶ περιτομὴ καρδίας, ἐν πνεύματι οὑ γράμματι, οὗ
δ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ. ι
ΠΔΛΛ. Ἆρ’ οὖν, είπέ μοι, τῆς ἐν πνεύματι περι-
τομῆς είσκεκομισμένης, καὶ θυσιῶν τῶν κατὰ τὸν
νόμον ἀνατετραμμένων, καὶ τόπον οὐδένα παρ’ ἡμῖν
ἐχούσης τῆς πολιτείας, οὐκ ἀπίθανόν πως εἶναι δοκεῖ
τὺ φάναι Χριστὸν, ι Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον,
ἀλλὰ πληρῶσαις ι Ἦ εἰπερ οὐχ ὦδε ἔχει, διακωλύι
σειεν ἂν οἶμαί που καὶ ἡμᾶς οὐδὲν, βουθυσίαις μὲν
καὶ λιϐανωτοῖς τὸν τῶνὸλων καταγεραίρειν Θεὸν,
προσ-κομίζειν δὲ αὐτῷ τρυγόνας καὶ περιστερὰς, καὶ
εί τι δρᾷν ἕτερον τοῖς ἀρχαιοτέροις νενόμισται, τοῦτο
καὶ ἡμᾶς αὐτοὺς ἐπείγεσθαι πληροῦν.
'Psal. xuv, 10. ⁸Βοηι. n, 28, 29.
PATROL. Gn. LXVIII.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.