PG 68, col. 149
tia sua abstractus εἰ illectus. Deinde concupiscentia, cum conceperit, parit peccatum; peccatum
autem, cum consummatum fuerit, generat mortem ’⁸. ι
ΠΑΛΛ. ’Δτρεκὴς ὁ λόγος.
ΚΥΡ. ’Δπεμπολήσασα δὴ οὖν τὴν πα ρὰ Θεοῦ χάριν,
καὶ γυμνωθεῖσα ἤδη τῶν ὲν ἀρχαῖς ἀγαθῶν, ἐξεπέμ-
πετο μὲν τοῦ παραδείσου τῆς τρυφῆς, μετεπλάττετο
δὲ πρὸς τὸ ἀκαλλὲς εὐθὺς ἡ ἀνθρώπου φύσις, φθορᾶς
δὲ ετσω πεσοῦσα λοιπὸν ἀνεδείκνυτο.
HAAA. ’Δναγκαίως. Ἔνδεια γὰρ οἷμαι τῶν παρὰ
Θεοῦ χαρισμάτων, οὐδὲν ἕτερόν ἐστιν ἢ παντδς
ἀπόπτωσις (1) ἀγαθοῦ. ’Δρῤωστήσειε δ’ ἂν ἡ ἀνθρώ- ι
που φύσις καὶ μάλα ῥᾳδίως τὴν είς πᾶν ὁτιοῦν τῶν
ὲκτὸπων παραφορὰν, εί μὴ ἀνέχοι πρὸς ἀρετὴν αὐ-
τὴν ἡ τοῦ διασώζοντος χάρις, τοῖς ἀνωθεν καί παρ’
ἑαυτῆς ἀγαθοῖς πλουτίζουσα.
ΚΥΡ. Εὖ λέγεις. Συναινέσαιμι γὰρ ἂν καὶ μάλα
εἰκότως · τρέφει μὲν γάρ εἰς ἀλκὴν τὴν πνευματικὴν
ὁ ἄρτος ὁ ζῶν, τοῦτ’ ἔστιν, ὁ τοῦ Θεοῦ λόγος. Γ ἐγρα-
πται γάρ, ὅτι ι Καὶ ἄρτος στηρίξει καρδίαν ἀνθρώ-
που. ι Δουλείας δὲ ἀπαλλάττει καὶ παθῶν, καὶτοῖς
είς ἐλευθερίαν αὐχήμασιν εὖ μάλα καταχρυσοῖ. Συν-
εσταλκότος δὲ ὥσπερ τὴν χεῖρα τοῦ Θεοῦ, καὶ τὴν ὲν
τούτοις ἡμῖν χορηγίαν οὐ διανέμοντος· πᾶσα ἀνάγκη
πως καὶ ἀνεθελήτοις ἡμᾶς περιπίπτειν κακοῖς , καὶ
ἀρετῆς μὲν ἁπάσης ἀπωλισθεῖν, ὑπελθεῖν δὲ ὥσπερ
τὸν ἑτέρου ζυγὸν, ἥκειν τε ἐς τοῦτο κακῶν καὶ πλεον-
εξίας, ’ὡς ἀγχοῦ γενέσθαι λοιπὸν τοῦ καὶ αὐτὴν
ἀπολέσαι τὴν είς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ὑπηρετοῦσαν
ἡμῖν καὶ συνῳκισμένην σύνεσιν , καὶ σοφίας ἐρήμην
τξγς κατά Θεδν ἀποφανθῆναι τε παντελῶς τῆνὲτέῡ
παθόντος καρδίαν, ὲκπεπορνευμένην ὥσπερ τῷ Σα-
τανᾷ , καὶ ὑπενεχθεῖσαν εὐκόλως ὕϐρεσί τε καὶ ἀσελ-
γείαις ταῖς ὑπ’ αὐτοῦ.
ΠΑΛΛ. Ἐκδείξειας ἂν ὅπως, ἢ ψιλοῖς ἐάσεις επι-
νήχεσθαι λογισμοῖς ;
ΚΥΡ. Ἦκιστά γε. Παραδείξαιμι γὰρ ἂν ὡς ἔνι
καλῶς τά τοῖς ἀρχαίοις συμϐεϐηκότα , διαμορφῶν
εὐτέχνως εἰς τύπον τῶν νοητῶν. Είκόνες γὰρ ἐναρη
γεῖς καὶ ἀριδηλότατοι γένοιντο ἂν ἡμῖν τῶν ὲν θεωρίᾳ
λεπτῇ, τά ὡς ὲν αίσθήσει τε καὶ ὡς ὲν ὄψει σημαν-
τικῇ. Γέγραπται τοίνυν περὶ τοῦ προπάτορος Ἀϐραάμ·
ι Καὶ ἐγένετο λι μδς ἐπὶ τῆς γῆς, καὶ κατέϐη Ἀϐραὰμ
είς Αἴγυπτον παροικίσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς
ἐπὶ τῆς γῆς. ι Τὴν γάρ τοι φίλην τε αὑτῷ καὶ ἐνεγ-
τέραν, ἢν ὑπέδειξε
κοῦ σαν ἀφεὶς, μεθωρμίζετο πρὸς ὲ
Θεὸς. ι Ἔξελθε γὰρ, ι φησὶν, ι ὲκ τῆς γῆς σου, καὶ
ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο είς γῆν, ἢν ἄν σοι
δείξω. ι Καταϐρίθοντος δὲ τοῦ λιμοῦ, καὶ δυσδιά-
φυκτον κομιδῇ τὴν ζημίαν ἐπάγοντος, τὴν Αἴγυπτον
ἰδεῖν, καὶ οὐχ ἑκὼν, ἐϐιάζετο. Καὶ κατῴκησε μὲν
οὐχὶ, παρῴκησε δὲ μᾶλλον ὲν αὐτῇ.
ΠΑΛΛ. Τί οὖν τοῦτό γε ;
(ei) νει, ἀπόγνωσις. Codiccm Sirleti sequimur!
" Gen. xu, 10. ³³ lbid.. 1.
” Jac. ι, 15-15. ³⁰ Psal. cm, l5.