PG 68, col. 161

καταπιαίνειν εὖ μάλα κατεπηγγείλατο, καὶ μὴν καὶ
ἁμάξας ἐχαρίζετο, καταλεαίνων οἶμαί που τοῖς
ὀκνοῦσι τὴν κάθοδον. OE δὲ πανοικὶ, κατέϐαινον εὑ-
θὺς, τὴν πρόσκαιρον τῶν ἐδωδίμων ἀπόλαυσιν, οὐκ
οἷδ’ ὅπως προτετιμηκότες γῆς τε καλ⁸ χώρας δοθείσης
παρᾶ Θεοῦ ο ἦν γὰρ δή που παρὰ πολὺ κρεῖττόν τι
καὶ ἄμεινον τὸ ὲκείνην νέμεσθαι, εί καὶ σὺν βραχεί
τὸ χρῆμα κατωρθοῦτο πόνῳ. Ἐπειδὴ δὲ ἧκον είς
Αἴγυπτον, ᾤοντο μὲν ἴσως καὶ διαδράναι λοιπὸν
τοὺς οἴκοι πόνους, οἷς καὶ⁸ τῶν παραυτίκα τερπνῶν
ἡ αἴσθησις ἡδεῖά πως ἦν αὐτοῖς. Διέρποντος δὲ τοῦ
χρόνου, τὸν ἀκλεᾶ τῆς ’δουλείας ὑποτρέχει ζυγὸν, ή
ἄνωθέν τε καὶ ὲκ πατέρων εὐγενὴς καὶ ἐλευθέρα
πληθύς. Οὐκοῦν εί προσείη μετ’ εὐημερίας κοσμικῆς
τὸ προσπίπτειν είς τὰ αἰσχίω, παραιτητέον, ὦ τᾶν,
εἰπερ ἐστί⁹ παρ’ ἡμῖν ὲν λόγῳ τδ ὲλεύθε ρον, βδελυρόν
τε καὶ ἁπηχθισμένον τὸ δουλοπρεπὲς χρῆμά τε καὶ
φρόνημαο ⁸
ΠΑΛΛ. ,. Ἀριστα ἔφης.
ΚΥΡ. Τί δὲ, οὐχὶ κάκεῖνό φαμεν, οὐ μετρίαν ὥς
γέ μοι δοκεῖ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις συνωδίνον
τὴν δνησιν;
nam. Τδ ποιτι φῇς,
ΚΥΡ. Ῥαψάκης ὁ Βαϐυλώνιος τῶν Ἀσσυρίων
στρατηγὸς, ἀριθμοῦ κρείττονα δορυφόρων ποτὲ πλη-
θῦν ὲπεσύρετο, ἦκέ τε πολιορκήσων, μᾶλλον δὲ, καὶ
λίαν ἀμογητὶ, πᾶσαν ἐκ βάθρων αἱρήσειν ὑπειληφὼς
τὴν άγίαν πόλιν. Εἶτα προεσάλευε τῶν ὃπλων τὴν οὐκ
ἀμελέτητον αὐτῷ, κατειθισμένην δὲ σφόδρα κατὰ τοῦ
Θεοῦ γλωσσαλγίαν. Μυρία δὲ ὅσα παλίμφημα λέγων,
προσεπεφώνει τὸ τελευταῖον τοῖς τὴν ἁγίαν οἰκοῦσι
πόλιν· ι Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· Ei βούλεσθε
εὐλογηθῆναι, πορεύεσθε πρὸς μὲ, καὶ φάγεσθε ἕκα-
στος τὴν ἄμπελον αὐτοῦ, καὶ τὰς συκᾶς αὐτοῦ, καὶ
πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν, ἕως ἂν ἔλθω, καὶ
λάϐω ὑμᾶς είς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ
οῐνου καὶ ἄρτων καὶ ἀμπελώνων. ι Ἀθρει δὴ οὖν ὅτι
καὶ αὐτὸς ἐπαγγέλλεται τὴν ἐπ’ ἀμπέλῳ τε καὶ συκῇ
τρυφήν τε καὶ τέρψιν προσετίθει δὲ, ὅτι ι Καὶ πίεσθε
ὕδωρ τοῦ λάκκου ὑμῶν. ι
ΠΑΛΛ. Ἀλλὰ τί ἂν βούλοιτο ταῦτα δηλοῦν, εί
πρὸς θεωρίαν ἄγοιτο τὴν πνευματικήν;
ΚΥΡ. Κατὰ διττὸν οἶμαι τρόπον ἡ τῆς φαυλότητος
ἐν ἡμῖν ἀποπεραίνεται δύναμις. Ἦ γὰρ ταῖς θύρα-
θεν ἡδοναῖς, ἢ ταῖς ὲμφύτοις καὶ ὲν ἡμῖν, ὑπό τε
σφῶν αὐτῶν, καὶ μὴν καί⁹ ἐτέρων, ἐντρυφᾷν ἀναπει-
θόμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἁπηχεστάτων, διωλι-
σθηκότες ἁλοῖεν ἂν, oi πρὸς ἁμαρτίαν εὔκολοι.
Ἐκδείξειε δ’ ἂν καὶ τοῦτο ἡμῖν ὡς ἔστιν ἀληθὲς,
τοῦ Σωτῆρος δ μαθητὴς, ὠδίπη λέγων, «Ὅτι πᾶν τὸ ὲν
τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ή ἐπιθυμία
⁸³ Gen. ιιγ, 17-20. δν ιγ Reg.xvm, ⁵51, 52; ls:

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.