PG 74, col. 345

τῆς Ἐκκλησίας δόγμασιν, ἁλώσεται δὲ οὐδὲν ἦττον
κάντεῦθεν ληρῶν. Πρῶτον μὲν γὰρ ἀλλογενῆ κατά
φύσιν διαϐεϐαιούμενος εἶναι τὸν Υίὸν, καὶτῆς τοῦ
τεκόντος οὐσίας ἔξω τιθεὶς, πῶς ἂν ἔτι Πατέρα καλοίη
τὸν Θεὸν, Υἱὺν δὲ ὅλως τὸν Υἱόν ; Ei γὰρ’μὴ γεγεν-
νῆσθαι φησὶν αὑτὸν, τοῦτ’ ἔστι, προελθεῖν ὲκ τῆς
οὐσίας τοῦ Πατρὸς, καθάπερ καὶ ἐξ ἀνθρώπων, τά ὲξ
αὐτῶν γεννήματα. πῶς ἂν εἴη κατά ἀλήθειαν Υίός;
Εἶτα πῶς τὸν μακάριον Ἰωάννην ἀποστήσει λέγοντα’
¢ '0 ἀρνούμενος τὸν Υἱὺν. καὶ τὸν Πατέρα ἀρνήσεται·
6 ὁμολογῶν τὸν Υἱὸν, ὁμολογεῖ καὶ τὸν Πατέρα; ι
Kal ἀληθὴς 6 λόγος, Ἐν γὰρ τῷ ἑτέρῳ συναναιρεῖται
πάντως καὶ συνυφίσταται τὸ ἕτερον. Ού γὰρ ἂν είη
Πατὴρ, οὐκ δντος Υίοῦ, οὐδ’ ἂν Υἱὸς νοοῖτό ποτε μὴ
οὐχι πάντως αὐτῷ συνεπινοουμένου τοῦ φύσαντος.
Εἱτοίνυν ἀρνεῖται τὸν Υίὸν (ἑτερογενῆ γὰρ εἷναί
φησι) , καὶ αὑτὸν ἠρνήσατο τὸν Πατέρα. Τί οῦν, ὦ
βέλτιστε, πρὸς ταῦτα ὲρεῖςς Et; τίνα λοιπὸνή πίστιςς
Ποῦ τῆς ἁγίας Τριάδος ή δόξα; Λέλυται γάρ καὶ
φρούδη λοιπὸν ή τῶν ὅλων κρατοῦσα φύσις, ὲν ψιλαῖς
ήμν σημανθεῖσα λέξεσι παρὰ τῆς άγίας Γραφῆς·
ἀναγκάζει γά ρ ἡμᾶς καὶ διά τῶν οὕτως ἀπηχεστάτων
ἰέναι λόγων ή ἐκείνων ἀποπληξία καὶ ψευδομυθία.
Ἀλλ’ ἴσως τὸ τῆς δυσφημίας καταδείσας μέγεθος,
ἀλλογενῆ μὲν εἷναί φησι, γεγεννῆσθαί γε μὴν παρά
τοῦ Θεοῦ καὶ Πατρός. Ἡμεῖς δὲ αὖ πάλιν εἰπεῖν
ἀπαιτήσομεν πῶς ἄρα γεγεννῆσθαι δίδωσί τε καὶ
ὁμολογεῖ. Et μὲν γάρ ὡς ἓν τῶν κτισμάτων, κατά
σχέσιν τὴν ὡς ὲν ἀγάπῃ καὶ κατά θέλησιν (πάντα
γὰρ ὲκ Θεοῦ λέγεται) , διὰ τῶν αὐτῶν οὐδὲν ἦττον
ἥξει βλασφημιῶν. ’Δληθῆ δὲ τὸν τόκον εἰπὼν , ἔκ-
φυλόν τε εἶναι διαϐεϐαιούμενος, καὶ ἀλλογενῆ λέγων
ἑτικαὶ μετὰ τοῦτο, δυσσεϐήσει πάντως είς αὐτὸν τὸν
γεννήσαντα. '0 γάρ καὶ αὐτὴ παρῃτήσατο παθεῖν
τῶν γενητῶν ήφύσις, τοῦτο δὴ πάντως ὑποδείξειεν
ὑπομείναντα τὸν Θεόν. Ἦ γὰρ οὐχὶ τὸ ἔκ τινος κατά
φύσιν γεγεννημένον ἀληθῶς, όμοούσιον τῷ τεκόντι
φαίνεται, καὶ πῶς οὐχ ἅπασι συμφανές; Οὐκοῦν ή
μὲν κτίσις κατὰ λόγον πρόεισι τὸν πρέποντα· τίκτει
γάρ ούκ ἀ).λογενῆ· μόνον δὲ παθόντα τὸν Θεὸν τὸ
ἐναντίον εὑρήσομεν, εῐπερ ἀλλογενῆ γεγέννηκε , καὶ
οὐκ ἐξ ἰδίας φύσεως τὸν Υίόν.
, Ἦν μὲν οὖν είκὸς οὐδὲν ἔτι πρὸς ταῦτα θέλειν
εἰπεῖν τὸν δι’ ἐναντίας, οὐκ ὲξισταμένῳ δὲ τῆς ἐνού-
σης αὐτῷ δυσϐουλίας, οἰομένῳ τε ἀλλογενῆ τὸν ὲκ
Θεοῦ καὶ Πατρὺς ὑπάρχειν Υίδν, οὐκ ὲνδώσομεν τοῖς
τῆς ἀληθείας συνηγοροῦντες δόγμασιν. Ἐπιδείξομεν
γὰρ ὁμογενῆ λέγοντα τῇ κτίσει τὸνθεόν καὶ Πατέρα·
καὶ πῶς, ἦ πόθεν ἀκούοιτ’ ἂν ήδη πάλιν. ’Ἄμπελον
ἐναργῶς διατείνεται καί φησιν, ού τὴν σάρκα μᾶλ-
λον, ἀλλ’ αὐτὴν ὠνομάσθαι τὴν θεότητα τοῦ Μονογε-
νοῦς. Ἐχέτω τῇδε τυχόν· οὐκοῦν, ἐρήσομαι γὰρ,
’⁸ l Joan. tn , 9.3.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.