PG 75, col. 1169

Ἀλλ’ ἐπὶ τὴν ἑρμηνείαν τῶν Δεσποτικῶν ῥημάτων
ἀναδραμεῖν καιρός.« Ἐν τῷ νόμῳ, φησὶ, τῷ ὑμετέρῳ
γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής
ἐστιν’( εἶτα ὲπάγει,ὃτι ι Ἐγώ είμι 6 μαρτυρῶν περὶ
ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ 6 πέμψας με Πα-
τήρ, ι Ἀποϐλέψαντες τοίνυν τὴρν εἰκόνα, νοήσωμεν ν
τὸ ἀρχέτυπον· t Δύο, φησὶν, άνθρώπωνή μαρτυρία
ἀληθής ἐστιν’ ι τῶν δὲ δύο ἀνθρώπων ἡφύσις μία
δηλονότι παρὰ πᾶσιν ἂν ὡμολόγηται · οὐκοῦν Πατρὸς
καὶ Υίοῦ ὴ οὐσία μία, μία [ita μία bis] ὲκ τῆς εἰκό-
νος νοηθήσεταί τε καὶ ὁμολογηθήσεται · ὥσπερ γὰρ
ἐκεῖ δύο ἄνθρωποι, οὕτω καὶ ἐνταῦθα Θεὸς καὶ Θεὸς,
Πατὴρ καὶ Υἱὸς, καὶ αὐτοῖς τοῖς ὀνόμασι δηλοῦντες
τῆς φύσεως τὴν ταυτότητα · οὔτε γὰρ 6 άληθῶς Θεὸς
ἐτέρας ἂν εἴη φύσεως παρά τὸν ἀληθινῶς Θεόν· οὔτε
ὁ Υίὸς ἄλλος παρ’ ἐκεῖνον, Θεοῦ ὑπάρχων Υίός.
Τούτων ἀκούσαντες οἱ Ἰουδαῖοι ἠρώτησαν αὑτόνίΠοῦ
ἔστιν ὁΠατήρ σου;› Ἀπεκρίθη τοίνυν 6 Ἰησοῦς ⁸
ιΔΟῦτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ
ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.)
Ὁρᾶτε πάλιν πῶς ἐντεῦθεν τὸ ὁμοούσιον δείκνυται·
Εἰ ἐμὲ γὰρ, φησιν, ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε
ἄν· ὲκ δὲ τοῦ ὲτεροουσίου τὸ ὲτεροούσιον οὐ γνωρί-
ζεται· τὰ γάρ ἀλλόφυλα καὶ ξένα, ἀλλήλων οὐκ eici.
δηλαηικά’ τὰ δὲ φύσεως κοινωνοῦντα, δι’ ἀλλήλων
γινώσκεται· δι’ ἐνὸς μὲν ἀνθρώπου, πᾶσαν τῶν ἀν-
θρώπων τὴν φύσιν ἰδεῖν ἐστι’ καὶ δι’ ἐνὸς προϐάτου
τών προϐάτων ἀπαν τὸ γένος’ οὐ μὴν διὰ προϐάτοιν
τοὺς λέοντας, οὐδὲ διὰ λεόντων τά πρόϐατα,ὴοὺδ¹ ἀγ-
γέλους διὰ ἀνθρώπων, οὐδὲ διὰ ἀγγέλων ἀνθρώπους ο
ζῶον γὰρ ἕκαστον τῆς οίκείας δηλωτικόν ἐστιφύσεως.
Et τοίνυν ὁ μονογενὴς Λόγος τοῦ Θεοῦ κτίσμα, καὶ ἐξ
οὐκ ὄνων, καὶ ιε ἑτέρας τινὸς γεγένηται φύσεως,
πῶς ὲν αὐτῷ τὸν Πατέρα δείκνυσι πιστευόμενοςς εί
δὲ 6 Πατὴρ διὰ τοῦ Υιοῦ γινώσκεται, καὶ 6 τὸν Υίὸν
γινώσκων, καὶ τὸν Πατέρα γινώσκει, πεδηθείη μὲν
πᾶσα βλάσφημος γλῶσσα, καὶτῷ λάρυγγι κατά τὸν
προφήτην κολληθείη ο ἡμεῖς δὲ οί τῆς Τριάδος προσ-
κυνηταὶ ἀκριϐῆ τοῦ ὀμοουσίου ἐντεῦθεν τὴν γνῶσιν
λαμϐάνομεν⁸ λογιζόμενοι ώς οὐκ ἂν ἑτέρως ὲν Υίῷ
Πατὴρ ἐγνωρίσθη, εί μὴ τῆς αὐτῆς οὐσίας ἐτύγχανε-⁸
καὶ προσκυνοῦμεν τὸν Σωτῆρα τὸν ἡμέτερον, τῆς
προσκυνήσεως τὸν καρπὸν ἀναμένοντες, οῦ χορηγὸς
αὐτὸς ὁ Πατὴρ τυγχάνει κατὰ τὴν τοῦ Κυρίου φωνήνο
ς Ἐάν τις γὰρ, φησιν, ἐμοὶ διακονήσῃ, τιμήσει αὐτὸν
6 Πατήρ μου ο ι καὶ 6 θαυμάσιος δὲ Ἰωάννης 6 θεο-
λογῶν, ι Ὀ πιστεύων είς τὸν Υἱὺν, φησὶν, ἔχει ζωὴν
αἰώνιον ⁸ ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν,
ἀλλ’ἢ ὀργὴ τοῦ Θεοῦ μενεί αὐτόν. ι
ἐ Psal. CXXXVI, ti. τ Joan. χιι, 2:5,
εί Joan. ιιι,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.