PG 75, col. 25

κὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα, ι ἀνάγκη λέγειν,
ἀγένητον εἶναι τὸν ἐξ ἀγενήτου προελθόντα Πατρός ι
ἐπεὶ πῶς ἂν ὲν τῷ γενητῷ ὀφθείη ποτὲ τὸ ἀγίνητον;
Et γὰρ τὺ ἀρχέτυπον ὲν τῷ μιμήματι φαίνοιτο, ἔσται
παντως κατὰ τοῦτο κάκεῖνο.”ορα λέγειν οὖν γενητὸν
εἶναι καὶ τὸν Πατέρα, καθ’ ὃν ὴ εἰκὼν ὲμορφώθη. El
δὲ τοῦτο ἄτοπον, ἔσται πάντως ἀγενήτου τὸ ἀγένητον
εξκὼν.
ΑΛΑο.Δ
'0 μακάριος Μωσῆς τὴν τοῦ ἀνθρώπου κατασκευὴν
ἐξηγούμενος, εἰσφέρει λέγοντα Θεόν· ι Ποιήσωμεν
ἁνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν ο ι
ὲν δὲ τῷ λέγειν, ἡμετέραν, πάλιν ἡ δυὰς σημαίνε-
ται⁶ συνόντος δηλονότι καὶ συνθεολογουμένου τοῦ
ἁγίου Πνεύματος. Εἰ δὲ ὲν ἐνὶ τῷ ἀνθρώπιρή αὑτὴ
τοῦ Πατρὸς καὶ τοῦ Υίοῦ φαίνεται εἰκὼν, κατ’ οὐδὲν
ἄρα τῆς πρὸς ἀλλήλους διαλλάττουσιν ὁμοιότητος.
Ἀνόμοιον δὲ γενητῷ τὸ ἀγένητον οὐκ ἄρα γενητὸς
6 Υἱὸς, ἵνα μὴ ἀνόμοιος φαίνηται.
ΔΛΛΟ.
Λέγεται παρὰ ταῖς θείαις Γραφαῖς παντοκράτωρ
καὶ Κύριος 6 Πατήρο ἀλλ’ οὐχ ὡς ἓν τι τῶν κρατου-
μένων ἢ κνριευομένων νοεῖται καὶ 6 Υἱὸς, διὰ τὸ
¹ιτᾶντων κρατεῖν τε καὶ κυριεύειν ἐκεῖνον θ κρατεῖ γὰρ
πάντων καὶ κυριεύει μετὰ Πατρδς,παντοκράτωρ καὶ
uino; ὑπάρχων καὶ Κύριος.’⁸Ωσπερ οὗν ὲν τούτοις
οὺχ ὣς ὶν τῶν πάντων ἐστὶν 6 Υἱὸς, ἀλλ’ ἐπὶ τὴν
τῶν γενητῶν φύσιν ἡ τῶν λέξεων δύναμις φέρεται,
οὕτω καὶ ἐπὶ ἀγενήτου, ού πρὸς τὸν Υίὸν, ἀλλὰ πρὸς
τὴν κτίσινὴ σύγκρισις, κᾶν ἓν εἶναι λέγηται τὸ ἀγέ-
νητον · διὰ τὸ πάντα γεγονέναι παρὲξ Θεοῦ.
Ὅτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα
καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον.
Τὸ πατὴρ ὄνομα, τὴν περὶ υἱοῦ πάντως ἔννοιαν ἑν
ἑαυτῷ συνεισφέρειο τὰ γὰρ τοιαῦτα δι’ ἀλλήλων ση-
μαίνεται. Τὸ δὲ ἀγένητος ὄνομα, τῷ μὴ γεγενῆσθαι
Θεὸν, τὴν τῶν γενητῶν ἀντιπαρατίθησι μνήμην.
Ἀναγκαία δὲ τοῖς πιστεύειν ἐθέλουσιν ὀρθῶς, τῆς
ἁγίας Τριάδος ἡ γνῶσις. Εἰ τοίνυν 6 μὲν Πατέρα λέ-
γων ὁρᾷ τὸν Υἱδν δι’ ὃν ἐστι Πατήρ · ὁ δὲ ἀγένητον
ὀνομάζων αὐτὸν, ὁρᾷ τὰ γενόμενα, οἷς εὐλόγως 6 μὴ
γεγονὼς ἀντιδιαστέλλεται ⁸ πολὺ δὴ κρεῖττον, ἀφ’ ὧν
ἡ περὶ τοῦ Υἱοῦ τίκτεται γνῶσις, σημαίνεσθαι τὸν
Θεὸν, ἤ ἐξ ὧν ἡ τῶν ποιημάτων ἀναφαίνεται μνήμη,
συντελοῦσα πρὸς τὴν γνῶσιν τῆς ἁγίας Τριάδος ού-
δὲν. Καὶ 6 μὲν Πατέρα λέγων, ἀφ’ ὧν ἔστι σημαίνει
Θεόν* 6 δὲ ἀγένητον εἰπὼν, ἀφ’ ὧν οὐκ ἐστιν· ἔστι
μὲν γὰρ Υἱοῦ Πατὴρ, γενητὸς δὲ οὐκ ἔστι.”οτι δὲ
μᾶλλον ἐξ ὧν ἔστιν, ἢ ἐξ ὧν οὐκ ἔστιν, οἰκειότερον
σημαίνεται Θεὸς, ὲκ τοῦδε γένοιτ’ ἂν παντί τῳ σαφές.
⁶ toan. τιν, 9. ⁷ Gen. ιι, 26..

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.