PG 75, col. 35

ναμένων δεῖξαι, τὸ μὴ ἐκ τινος αἰτίου γενέσθαι τὸν
Θεὸν.·⁹Απαξ γάρ τὸ ἀγένητον τοῦ Θεοῦ οὐδὲν σημαί-
νει, ἀλλ’ ἢ μόνον οὐσίαν Θεοῦ.
AAAO.
Ei ἡ οὐσία τοῦ Θεοῦ ἓν τί ἐστιν, ἀλλ’ οὐ πολλά τῷ
ἀριθμῷ, τὸ δὲ ἀγένητον, καί ἀϐασίλευτον, καὶ τὰ
λοιπὰ, πολλὰ, ἀλλ’ οὐχ ἓν τῷ ἀριθμῷ’ οὐκ ἔσται
ἄρα ταυτὸν ἡ οὐσία τῷ ἀγενήτῳ καὶ ἀϐασιλεύτῳ, ὡς
οὐδὲ τὸ ἐν τοῖς πολλοῖς.
AAAO.
ΕΞ τὸ ἀγένητον,καὶ τὸ γενητὸν, καὶ τὰ λοιπὰ, οὐ·
σία Θεοῦ, ἕτερα δέ εἰσι ταῦτα ταῖς φωναῖς, ἀνάγκη
τὴν οὐσίαν ἐκείνην οὕτω συγκεῖσθαι κατὰ τὰς διαφό-
ρους φωνάς · ἶν’ οἰκείως ai φωναὶ κατ’ αὐτῆς λέ-
γωνται· ἢ μὴ συγκειμένης αὐτῆς, ἀκόλουθον εἶναι
ταῦτα τῶν προσόντων τῇ οὐσίᾳ σημαντικὰ, ἀλλ’ οὐ
καθ’ αὐτὰ οὐσίας.
ΑΛΛΟ.
ΕΞ ἡ οὐσία τοῦ Θεοῦ οὐ διὰ τι λέγεται (ἐστι γὰρ
δι’ οὐδὲν), ἡ δὲ ἀγένητος φωνὴ, διὰ τὸ πάντων αὑτὸν
εἶναι κρείττω καὶ ὑπερέχειν ⁶ οὐκ ἔσται ἄρα ταυτὸν
ἡ μὴ διά τι λεγομένη τῷ δι’ αίτίαν λεγομένῳ.
ΑΛΛΟ.
Ei τὸ ἀγένητον πρὸς τὴν ἀγενησίαν ἔχει τὴν ἀνα-
φορὰν, ἡ δὲ οὐσία τοῦ Θεοῦ πρὸς οὐδὲν ἔχει τὴν σχέ-
σιν, πῶς ταυτὸν ἔσται τὸ πρός τί πως ἔχον τῇ πρὸς
μηδὲν ἐχούσῃ οὐσίᾳ ;
ΑΛΛΟ.
Ei τῇ τοῦ Θεοῦ οὐσίᾳ οὐδὲν ἀντιδιαστέλλεται, τῷ δὲ
ἀγενήτῳ ἀντιδιαστέλλεται τὸ γενητὸν, πῶς οἷόν τε
εἶναι ταυτὸν οὐσίαν καὶ ἀγένητον ς
ΑΛΛΟ.
Ei πᾶσα οὐσία ρηθεῖσα θατέρα πρὸς Θατέραν, οὐ
δηλοτ τὴν ἑαυτῆς ὑπεροχὴν, μὴ συμπαραληφθέντπ
τοῦ τῆς ὑπεροχῆς ὀνόματος, ῥηθὲν δὲ τὸ ἀγένητον
εὐθὺς ἐμφαίνει διαφορὰν, πῶς οὐχὶ οἱ λέγοντες, Ταυ-
τὸν οὐσία καὶ ἀγένητον, ἀφρονέστατοι ;
ΑΛΛΟ.
Ei τὸ ἀγένητον οὐσία, ἔσται πᾶσα οὐσία ἀγένητον,
ὅπερ ἀσεϐές.
ΑΛΛΟ. ,
El τὸ ἀγένητον οὐσία, ἴδιον δὲ οὐσίας τάναντία
δέχεσθαι, τῶν ἐναντίων ἐπιδεκτικὸν ἔσται τὸ ἀγένη-
τον. Ei δὲ ἴδιον μὲν τοῦτο οὐσίας (τῷ γὰρ μὴ δημιουρ-
γεῖν τὸ δημιουργεῖν ἀντίκειται, οὐκέτι δὲ καὶτῷ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.