PG 76, col. 532

ματος ’Λόραάμ ⁶ οὺχ ὁμοούσιον δὲ τῷ ὲκ Θεοῦ φύντι
Λόγῳ, τὸ ἐκ σπέρματος ’Λὸραάμ ἀγιον σῶμα ὅπερ
ὲκ τῆς μακαρίας Παρθένου λαϐὼν, προῆλθεν ἄνθρω-
πος, ἵνα τοῖς ἀδελφοῖς ὁμοωθῇ, καὶ χρηματίσῃ πρω-
τότοκος 6 μονογενής. Ἀλλ’ εί stat ἐστιν ἑτεροφυὲς τὸ
σῶμα παρά γε τὸν ἐκ Θεοῦ Πατρδς Λόγον, ἀλλ’ οὖν
εἷς Χριστὸς, καὶ Υίδς, καὶ Θεὸς, καὶ Κύριος, καὶ ει
γέγονε σάρξ. Καὶ τὸν τῆς ἀληθοῦς ἐνώσεως τρόπον
παραλύειν οὐκ ἀζήμιον, διιστάντας είς υἱοὺς δύο τὰς
ὑποστάσεις, ἀποφοιτὼσας μιν ἀλλήλων εἰς τὸ ἰδίᾳ
τε εἶναι καὶ ἀνά μέρος,ἑχούσας δὲ -μόνην συνάφειαν
τὴν ἔξωθέν τε καὶ ὡς ἐν τάξει τιμῆς. Εἰ δὲ δὴ λέ-
γοιμεν φυσικὴν τὴν ἕνωσιν, τὴν ἀληθῆ φαμεν, ἔθος
ἐχούσης τῆς θεοπνεύστου Γραφῆς οὕτω κεχρῆσθαι
τῇ λέξει. Γράφει γάρ πού τισιν 6 θεσπέσιος Παῦλος ·
ι Καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ oi λοιποίο ο
καὶ¹ ού δήπου φαίη τις ἂν ὑφεστάναι κατά φύσιν τὴν
θείαν ὀργὴν, ὥστε καὶ αὐτῆς γεννήματα νοεῖσθαι
τοὺς ἁμαρτάνοντας · ἢ πάντη τε καὶ πάντως ὲσόμεθα
σύμφρονες ε τοῖς τὴν Μανιχαίων νοσοῦσι μανίαν.
Ἀλλά τὸ, φύσει, δηλοί τὸ κατά ἀλήθειαν. Οὐκοῦν οὐ
συγχέοντες τάς φύσεις , οὕτε μὴν ἀλλήλαις αύτάς
ἀναφύροντες , καθά φασιν οί δι’ ἐναντίας. φυσικήν
φαμεν γενέσθαι τὴν ἕνωσιν· ἀλλ’ ὲκ δύο πραγμάτων
ἀνομοίων, θεότητός τε καὶ ἀνθρωπότητος, τὸν ἕνα
γενέσθαι Χριστὸν, καὶ Υίὸν, καὶ Κύριον διαὸεὸαιού-
C μεθα πανταχοῦ. Τῶν δὲ ’Λπολιναρίου δογμάτων οὐ·
ΛΝΑΘΕΜΑΤΙΣΜΟΣ Δ’.
Ei τις προσώποις δυσὶν. ήγουν ὑποστάσεσι, τάς τε
ὲν τοῖς εύαγγελικοῖς καὶ ἀποστολικοϊς συγγράμμασι
διανέμει φωνὰς, ἢ ἐπὶ Χριστῷ παρά τῶν ἁγίων
λεγομένας, ἢ παρ’ αὐτοῦ περὶ ἑαυτοῦ ·‹ καὶ τάς μὲν
ὡς ἀνθρώπῳ παρά τὸν ὲκ Θεοῦ Πατρδς Λόγον ίδικῶς
νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπεϊς μόνῳ τῷ
ἐκ Θεοῦ [ἰατρὸς Λόγῳ · ἀνάθεμα ἔστω.
Ἀντίρῤησις τῶν Ἁνατολικῶν.
’Λκόλουθόν κάνταῦθα τῶν αὐτοῦ θεσπισμάτων
αὐτὸν ὑπομνῆσαι, ἐν οἷς φησιο Κάν ἀκούσῃς. ὅτι
προέκοπτε σοφίᾳ, καὶ ἡλικία, καὶ χάριτι, μή σοφὸν
ὲξ ἐπιδόσεως γενέσθαι νομίσῃς τὸν τοῦ Θεοῦ Λόγονο
μηδ’ αὖ ἐκεῖνο φληνάφως τολμήσῃς εἰπεῖν, ὅτι τὸ
προκόπτειν ἐν ήλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι τῷ
ἀνθρώπῳ προσάψομεν ⁸ (Ἀλλ’ εί καὶ ἀρνεῖται ἐνταῦθα
τὴν τῆς Γραφῆς μαρτυρίαν διδάσκουσαν ὅτι κατά τὴν
τῆς φαινομένης σαρκὸς φύσιν τοῦ Κυρίου τά τῆς
προκοπῆς ἐγίνετο ιι, ἀλλ’ οὐ καιρὸς νῦν τοῦτο δι-
Varia: lectiones ex codice Seguieriano.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.