PG 79, col. 1101

καὶέν τῇ ψυχῇ,
non apud homines tantum quaerendum pacis vinculum, sedet itt corpore tuo, et in tuo spiritu, et in anima.
sum. ς’.
Ὅταν γὰρ τῆς σῆς ταύτης τριάδος τὸν σύνδεσμον
ὲνώσῃς είρήνῃ, τότε ὡς τῆς θείας Τριάδος ἐντολῇ
ἑνωθεὶς ἀκούεις· ι Μακάριοι οἰ εἰρηνοποιοί, ὅτι αὐτοὶ
υἱοί Θεοῦ κληθήσονται. υ Καὶ γάρ ἂν τὴν ἀντεπίθιη-
μον τού πνεύματος σάρκα είρηνεύσης τοῖς πόνοις,
κλέος ’ἑξῖις τῶν μακαρισμῶν ἐπέκεινα αίὼνος, νική-
σας πόλεμον τὸν ὲν τῷ σώματί σου τὸν ἀντιστρα-
τευόμενον τῷ νόμῳ τοῦ νοός σου, καὶ αἰχμαλωτί-
ζοντά σε τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὲν τοῖς μέλεσί
σου. Μέγας ὁ τῆς εἰρήνης σύνδεσμος ὲν ᾧπερ ἥνωται
καί ἡ χαρὰ φωτίζουσα τὸ ὄμμα τῆς διανοίας εἰς τὴν
τῶν κρειττόνων Θεωρίαν, εἴπερ οὖν ὲπικτησὼμιθα
τὴν εἰρηνικὴν ὲν τοῖς πόνοις χαράν, τά ἐπιόντα χα-
λεπὰ εὐχαρίστως δι’ αὐτῆς ἄποκρουσὸμεθα, καὶ τὸν
τῆς λύπης δαίμονα μυκώμενον οὐκ είσδεξόμεθα,
ὅστις, ἀκρωτηριάζων ἂν ταῖς θλίψεσι μάλιστα, τῇ
ψυχῇ ἑφάλλεται, καὶ τῷ πνεύματι τῆς ἀκηδίας χώραν
ἑτοιμάζεται ὅπως τὴν ψυχὴν σκοτίσωσι, καὶ ἅμα
τοὺς πόνους ἀναλέξωσιν. Ἔστω τοίνυν νόμος ἡμῶν
τῆς καρδίας ἔγγραφος ἡ τῆς εἰρήνης χαρά, καὶ τὴν
λύπην καταποντίζουσα καὶ τὸ μῖσος ἀπελαύνουσα,
καὶ τὴν μῆνιν ἀφανίζουσα, καὶ τὴν ἀκηδίαν κατα-
λύουσα, καὶ τὴν λύπην ἀμείϐουσα. Ἐν γὰρ τῇ εί-
ρηνικῇ μακροθυμίᾳ ἐμφωλεύουσα. καὶ τῇ εὐχαριο
στίᾳ. καὶ τῇ ὑπομονῇ ὲλλιμνάςουσα, πέλαγός ἐστιν
ἀρετῶν τὴν ἀντιπαράταξιν τοῦ διαὸόλου τῷ σταυρῷ
καταποντίζουσα. Νόει δέ μοι τὴν ἐναντίαν χαρὰν τε-
ταραγμένην ἐφίστασθαι, μή πως ἀλλην ἀντ’ ἄλλης
σκιασθεὶς ἀπατηθῇς κατέχειν. Συσχηματίζονται γὰρ
καὶ τοίς πνευματικοῖς χαρίσμασιν οἱ δαίμονες ἵνα τῷ
Μρασκιάσματι τὸν νοῦν ἀποπλανήσαντες, τῶν capso
νῶν ἀποστήσωσιν · ἐφίσταται γάρ χαρά πνευματικὴ
καρδία οὐδενὸς προκειμένου, ὅτι τὸν ἡγεμόνα τῆς
κατὰ Θεὸν λύπης μετέωρον εὑρίσκει, ἔπειτα δὲ, καὶ
τῷ Πνεύματι τῆς λύπης τὴν ψυχὴν παραδίδωσιν,
ὅτι τῆς πνευματικῆς αὐτὴν χαρᾶς αἰχμάλωτον
imit; σε.
ΚΕΦΑΛ. Z'--.
Φημὶ δὲ καὶ τοῦτο, ὡς ύπηγόρευσέ τινι τῶν ἀδελ-
φῶν ἡ πεῖρα τῶν ζητουμένων, ὅτι ἀντὶ μὲν τοῦ χαί-
ρειν ὲν Κυρίῳ, χαρὰν οἰκείαν ὁ ἀλάστωρ ἀντεισάγει.
Ἀντί δὲ τῆς κατὰ Θεὸν λύπης, τὴν ἐναντίαν τῷ νῷ
παραπειράζει, ἵνα ταῖςοάντιοτρόφοις μεταὼλαίς τῆς
τῶν κρειττόνων ἀκτῖνος μερίμναις τὴν ψυχὴν ἀμαυ-
ρώσῃ. Ama! τῆς κακίας αί λύπαι τυγχάνουσιν ὲν
ἑκάστῃ ἐργασίᾳ ἐπιζευγμέναι, καί ἠ μὲν ἐφίσταται
καρδίᾳ λυπηρᾶς αἰτίας οὑ βλεπομένης , η δὲ τίκτε-
ται ἐξ ἀλλοκότων αἰτιῶν ὡθουμένη , ἠ κατὰ Θεὸν
⁸³ Matth. v. 9. “ Rom. vn. 25.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.