PG 79, col. 1161

Κενοδοξία πέτρα ἐστὶν ὕφαλος ο ἐὰν προσρήξῃς, τὸν
φόρτον ἀπώλεσας. Κρύπτειθησαυρὸν ἀνὴρ φρόνιμος,
καί ἀρετῆς πόνους μοναχὺς συνετός. Ἐν πλατείαις
προσεύχεσθαι συμϐουλεύει κενοδοξία,ῄὸ δὲ πολεμῶν
ταύτῃ προσεύχεται είς ταμεῖον αὑτοῦ. Δημοσιεύει
πλοῦτον αὐτοῦ ἀνὴρ ἄφρων, κινεῖ δὲ πολλοὺς εἰς ἐπι-
ϐουλὴν καθ’ ἑαυτοῦ. Σὺ δὲ κρύπτε τά σὰ , ὲν ὀδῷ
γάρ τυγχάνεις λῃστῶν, ἕως ἥξεις είς πόλιν εἰρήνης,
καί ἀσφαλῶς χρήσῃ τοῖς σοῖς. Ἀρετὴ κενοδόξου
συντετριμμένον ἱερεῖον, καὶ οὒ μὴ ἀνενεχθῇ εἰς θυ-
σιαστήριον Θεοῦ. Ἀκηδία ἐκλύει τόνον ψυχῆς, κε-
νοδοξία δὲ νευροῖ νοῦν ἁποπεπτωκότα Θεοῦ, τὸν ἅσθε·
νοῦντα ἐποίησεν ἐρρώμενον, καὶ τὸν γέροντα τοῦ
νέου δυνατώτερον, μόνον ἐὰν παρῶσι μάρτυρες τῶν
γινομένων πολλοί ⁸ κούφη νηστεία τότε, καὶάγρυ-
πνία, καλ⁸ προσευχὴ, ὁ γὰρ ἔπαινος τῶν πολλῶν δι-
εγείρει τὴν προθυμίαν. Μὴ πωλήσῃς τοὺς πόνους
δόξαις ἀνθρωπίναις, μηδὲ τὴν μέλλουσαν δόξαν
προδῷς δι’ εὐφημίαν. Δόξα γὰρ ἀνθρωπίνη είς χοῦν
κατασκηνοῖ, καὶ κλέος αὐτῆς σϐέννυται ἐπὶ γῆς,
ἀρετῆς δὲ δόξα μένει εἱς τὸν αἰῶνα
ΚΕΦΛΛ. IZ'.
Περὶ ὑπερηφανίας.
Ὑπερήφανία ἐστὶν οἴδημα ψυχῆς ἰχῶρος πεπληρω· C
μένον* ἐὰν πεπανθῇ. ῥαγήσεται, καὶ ποιήσειάηδίαν
πολλήν. Ἀστραπῆς ἕκλαμψις, ἦχον προμηνύει βρον-
τῆς, καὶ ὑπερηφανίαν εὐαγγελίζεται παρουσία κενο-
δοξίας. Εἰς ὕψος μέγα ἀναϐαίνει ὑπερηφάνου ψυχὴ,
κακεῖθεν αὑτὸν εἰς βυθὸν καταϐάλλει. Ὑπερήφα-
νίαν νοσεῖ ὁ ἀποστήσας ἑαυτὸν Θεοῦ, καὶ ἰδίᾳ δυνά-
μει ἐπιγράφων τὰ κατορθώματα. Ὥσπερ δὲ ὁ ἐπι-
ῦὰς ἀράχνῃ διαπεσὼν κατηνέχθη κάτω, οὕτω πί-
πτει ὁ θαρρῶν τῇ ἰδία δυνάμει. Καρ πὸς πολὺς κατα-
κάμπτὲι κλῶνας δένδρου, καὶ ἀρετῆς πλῆθος ταπει-
νοῖ φρόνημα ἀνδρός. Καρπὺς σεσηπὼς ἄχρηστος
γεωργῷ, καὶ ἁρετὴ ὑπερηφάνου ού χρησιμεύει Θεῷ.
Χάραξ βαστάζει κλῶνα κατάκαρπον, καὶ φόϐος Θεοῦ
ἐνάρετον ψυχήν. ’Ὠσπερ βάρος καρποῦ καταράσσει
κλῶνα, οὕτω ὑπερηφανία ἐνάρετον καταϐάλλειψυ-
χήν. Μὴ δῷς ὑπερηφανίᾳ σὴν ψυχὴν, καὶ οὐ μὴ ῐδῃς
φαντασίας φρικτάς. Ψυχὴ γὰρ ὑπερηφάνου ἐγκατα-
λιμπάνεται ὑπὸ Θεοῦ, καὶ γίνεται δαιμόνων ἐπί-
χαρμα. Νύκτωρ φαντάζεται θηρίων ἐπερχομένων
πλῆθος, καὶ μεθ’ ήμέραςχταρὰσσεται ὑπὸ λογισμῶν
δειλίας’ καθεύδων ἐξάλλεται συνεχῶς, καὶ ἐγρηγό-
ρως καταπτήσσει σκίαν ὀρνέου. Φωνὴ φύλλου, ἐπτό-
ησεν ὑπερήφανον, καὶ ὓδατος ἦχος κατέκλασεν azi-
τοῦ τὴν ψυχήν. ’0 γὰρ πρὸ μικροῦ ἑαυτὸν ἀντιτάσ-
σων Θεῷ, καὶ τὴν ἐκείνου βοήθειαν ἀρνούμενος,
ὕστερος ἐκδειματοῦται, ὑπὸ φαντασμάτων εύτε-
λων.
ΡΑ mon. Gn. LXXIX.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.