PG 79, col. 88

πει οὖν ὁ Θεὸς τὴν σκιὰν τοῦ θανάτου, τουτέστιν είς
ἀρετὴν, καὶ εὐθυμίαν, καὶ φαινότητα μεταϐάλλει
τὴν ἁμαρτητικὴν, καὶ σκοτεινὴν κατάστασιν. Ἐξ-
ουσίαν δὲ ἔχεικαὶ ἡμέραν είς νύκτα σνσκοτάσαιο
τουτέστιν τὰ περιχαρῆ, καὶ λαμπρὰ, ἐπὶ τὸ σκυθρω-
πότερον μεταθεῖναι.
\ II".-— Τῷ αὐτῷ.
ι Εἴ τις μὴ περιτμηθῇν φησὶ, τῇ ὀγδόη ἡμέρᾳν ὲξο
ολοθρευθήσεται. ι Οὐχὶ τὸ ἄκακον καὶ ἀνόητον νήο
[τιον κολάζεται, μὴ περιτμηθένο μᾶλλον γὰρ ἔχρῆῖ
τοὺς γονεῖς τιμωρεῖσθαι. Ἀλλ’ αὐτὸς κολάζει, ὦ
ἄνθρωπε, ἐὰν μὴ διὰ πίστεως καὶ εὐχῆς πριτμηθῇς
τὴν κακίανο νηπιάξειν γὰρ τῇ κακίᾳ κελεύει ὀἈπὸ-
στολος. Ἑαυτοὺς τοίνυν περιτέμνωμεν τῇ μαχαίρᾳ
τοῦ Πνεύ ματος, ἀποϐλέποντες εἰς τὴν ὀγδόην ἡμέραν,
τουτέστιν είς τὸν μέλλοντα αίῶνα. Περιτε μνώμεθα δὲ
πᾶν σαρκικὸν φρόνημα, καὶ λόγον καὶ ἔργον παρά-
νομον, ἵνα μὴ έξολοθρευθῶμεν, καὶ ἀλλοτριωθῶμεν
ὲκ μέσου τοῦ λαοῦ τῶν σωζομένων διὰ Χριστοῦ.
IA’. -- Τῷ. αὐτῷ.
ι Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοϐουμένους
αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. ι 30 μὴ
προσδοκῶν ἐξ ἔργων δικαιωθῆναι, μόνην ἔχει ἐλπίδα
σωτηρίας τοὺς οίκτειρμοὺς τοῦ Θεοῦ· ὅτανγὰρ ἀκού-
σῃ ὅτι ὁ Θεὸς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,
καὶ λογίσηται ἑαυτοῦ τὰ ἔργα τῆς ἁμαρτίας, φοϐεῖ-
ται μὲν τὴν κόλασιν, καὶ ὑποπτήσσει τοῖς ἀπειλου-
μένοις. Πρὸς δὲ τὸ μὴ καταποθῆναι ὑπὸ τῆς λῷπης.
εὕελπίς ἐστι πρὸς τοὺς οίκτειρμοὺς τοῦ Θεοῦ, καὶ
τὸ φιλάνθρωπον ἀποϐλέπων.
IE’. — Τῷ αὐτῷ.
Tb εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· ι Ἐν ἀτόμῳ, ι
τὸ ἄτμητον, ὡς ἄν τις εῐποι, καὶ ἀκαριαῖον τοῦ
χρόνου δηλοῖ.
Ιίῗ. -‘- Τῷ αὐτῷ.
'I‘b Πνεῦμα ἔλαϐες, τὸ ὲρευνοῦν καὶ τὰ βάθη τοῦ
Θεοῦ, οὺχ ἵνα καταλάϐῃς φύσιν Θεοῦ, ὡς λέγει Εὑ-
νόμιος ὁ παραπλὴξ, ἀλλ’ ἵνα βαθέως καὶ σοφῶς δοξά-
ζῃς τὸν Κύριον· φησὶ γὰρ ὁ Ἀπόστολος, ὅτι ι Ἐγὼν
οὖπω λογίζομαι κατειληφέναι, διώκω δὲ, είγε καὶ
καταλάϐω. ι ‘
IZ'. Τῷ αὐτῷ.
Τί ἐστιν ο ι Ἡμεῖς νοῦν Χριστοῦ ἔχομενς ι Tou-
τέστι, Κεκαθαρμένον ἔχων τὺ ἡγεμονικὸν, καθαρῶς
τε, καὶ ὑψηλῶς διανοοῦμαι, καὶ λαμπρῶς πολιο
τεύομαι.
ιη’. - Τῷ αὐτῷ.
Τὸ Πνεῦμα εἰλήφαμεν, καθὼς ὁ Ἀπόστολος. οὐχ
ἵνα ἐπιστάμεθα τίς ἐστι κατὰ τὴν ἀκρίϐειαν ἡ φύσις
τοῦ Θεοῦ, ἀλλ’ ἵνα νοήσωμεν τὰ ὑπὸ ’τοῦ Θεοῦ χαρι-
ιιιι, ‘20- " Psal. sum, I8. ’³ I Cor. ιν, 52.
"’ Ibid. 12.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.