PG 82, col. 1293

τεθεαμένων δεδιδαγμένος. Τοιγάρτοι καὶ ἡμεῖς τά
μὲν ἐροῦμεν ὡς αὐτόπται, τὰ δὲ τοῖς αὐτόπταις δι-
ηγησαμένας πεπιστευκότες, ἀνδράσι τὸν ἐκείνων
βίον ἐζηλωκόσι. Πλείονας δὲ περὶ τούτου δεδαπάνηκα
λόγους, πεῖσαι βουλόμενος ὼς ἀληθῆ διηγήσομαι.“Ἀρ-
ξομαι δὲ τῆς διηγήσεως ἐνθεν ἑλών,
ε Αι. — ΙΑΚΩΒΟΣ.
Ξ Μωῦσῆς ὁ θεῖος ὁ νομοθέτης, ὁ τῆς θαλάττης τὸν
πυθμένα γυμνώσας, καὶ τὴν ἄνυδρον ἔρημον ὕδασι
κατακλύσας, καὶ τὰ ἄλλα πάντα Θαυματουργήσας,
τῶν πάλαι γεγενημένων ἁγίων τὴν πολιτείαν συν-
ἔγραψεν, οὐ τῇ σοφίᾳ χρησάμενος, ἣν παρὰ τῶν Αί-
γυπτίων μεμάθηκεν, ἀλλὰ τῆς ἄνωθεν χάριτος τὴν ,ξ
αέγλην δεξάμενος. Πόθεν γὰρ ἂν ἔμαθεν ἄλλοθεν τοῦ
Ι’Δόελ τὴν ἀρετὴν, καὶτοῦ Ἑνὼχ τὸ φιλόθεον, καὶ
τοῦ Νῶε τὸ δίκαιον, καὶ τὴν εὐσεϐῆ τοῦ Μελχι-
σεδὲκ ἱερωσύνην, καὶτοῦ Ἀδραὰμ τὴν κλῆσιν, τὴν
πίστιν, τὴν καρτερίαν, τὴν ἐπιμελῆ φιλοξενίαν, τὴν
πολυθρύλλητον τοῦ παιδὸς ἱερουργίαν, καὶ τὸν τῶν
ἄλλων κατορθωμάτων κατάλογον, καὶ συντόμως εἰ-
πεῖν, τῶν θεσπεσίων ἐκείνων ἀνδρῶν τοὺς ἀγῶνας,
καὶ νίκας, τὰς ἀναρρήσεις, εἰ μὴ τοῦ νοεροῦ καὶ
θείου Πνεύματος τὰς ἀκτῖνας ὲδέξατος Ταύτης ἐπὶ
τοῦ παρόντος κάμοὶ δεῖ τῆς συνεργίας, τῶν ὀλίγον
πρὸ ήμῶν καὶ ἐφ’ ἡμῶν δὲ λαμψάντων ἁγίων τὸν
βίον πειρωμένῳ συγγράψαι, καὶ οἷον τινα νομοθε-
σίαν τοῖς ζηλοῦν ἐθέλουσι βουλομένῳ προτεῖναι. Τὰς c pianda nan-auo,
τούτων τοίνυν προσευχὰς ἐπικλητέον, καὶ τῆς διηγή-
σεως ἀρκτέον.
Νίσιΰίς ἐστι πόλις ἐν μεθορίῳ τῆς Ῥωμαίων κα)⁵
Περσῶν βασιλείας, ἢ πάλαι μὲν Ῥωμαίοις ἐδασμο-
φόρει, καὶ ὑπὸ τὴν τούτων ἡγεμονίαν ἐτέλει. Ἐκ
ταύτης ὁρμώμενος ὁ μέγας Ἰάκωϐος, τὸν ὲρημικὸν
καὶ ἡσύχιον ἠσπάσατο βίον, καὶ τὰς τῶν ὑψηλοτά-
των ὀρῶν καταλαϐὼν κορυφὰς, ἐν ἐκείναις διῆγεν’
ὲν ἔαρι μὲν, καὶ θέρει, καὶ μετοπώρῳ ταῖς λόχμαις
χρώμενος, καὶ ὄροφον ἔχωντὸν οὐρανόν· zemas τοῦ
χειμῶνος καιρὸν ἄντρον αὐτὸν ὑπεδέχετο, βραχεῖαν
σκέπην παρέχον. Τροφὴν δὲ εἶχεν, οὐ τὴν μετὰ πόνου
σπειρομένην καὶ φυομένην, ἀλλὰ τὴν αὐτομάτως βλαι
στάνουσαν. Τῶν γὰρ ἀγρίων δένδρων τοὺς αὐτοφυεῖς
συλλέγων καρποὺς, καὶ τῶν βοτανῶν τὰς ἐδωδίμους
καὶ λαχανὼδεις, ὲκ τούτων ἐδίδου τῷ σώματι τὰ είς
τὸ ζῇν ἀποχρῶντα, τὴν τοῦ πυρὸς παραιτούμενος
χρείαν. Περιττὴ δὲ ἦν αὐτῷ καὶ τῶν ἐρίων ὴ χρῆ-
in: al γὰρ τραχύτατοι τῶν αἰγῶν τρίχες τὰ ἐκείνων
ἐπλήρουν. Ἐκ τούτων αὐτῷ καὶ χιτὼν ἐγένετο, καὶ
τδ ἁπλοῦν περιὸόλαιον. Οὕτω τὸ σῶμα κατατρύχων,
καὶ τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ
ψυχῇ. καὶ τὸ τῆς διανοίας ὀπτικδν ἐκκαθαίρων, καὶ
κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων Πνεύ-
ματος, ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον
’Δπὸστολον, ι Τὴν δόξαν Κυρίου κατοπτριζόμενος,
τὴν αὐτὴν (indvat μετεμορφοῠτο ἀπὺ δόξης εἰς δόξαν,
³ ll Cor. ιιι, ί8.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.