PG 82, col. 1309

iaes
ἐείμασθαι, τοῖς τοῦδε τοῦ δψου ἀποχρῶντα ἀγ-
γείοις. Ὁ δὲ τὰ μὲν πρῶτα τὴν αἴτησιν οὐκ ἐδέ-
χετο· δψὲ δέ ποτε πεισθείς· ἐδιδάχθη γὰρ ὑπὸ τοῦ
μεγάλου Παύλου, μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τοῖς τα-
πεινοῖς συναπάγεσθαι· ἐδίδου μὲν τοῦ οἰκίσκου τὰ
μέτρα βραχέα τινὰ καὶ σμικρὰ, ἀπήει δὲ πόῤῥω τοῦ
ἄντροα, τὰς συνήθας τῷ Θεῷ προσοίσων ἱκετείας.
Εἰώθει γὰρ πεντήκοντα μὲν πολλάκις σταδίους, ἔστι
δʼ δτε καὶ δὶς τοσούτους κατὰ τὴν ἔρημον βαδίζων,
καὶ πάσης ἑαυτὸν ἀνθρωπίνης συνουσίας χωρίζων
καὶ εἰς ἑαυτὸν νεύων, καθʼ ἑαυτὸν ὀμιλεῖν τῷ Θεῷ,
καὶ τὸ θεῖον ἐκεῖνο καὶ ἄῤῥητον κατοπτρίζεσθαι
κάλλος. Ταύτης λαβόμενοι τῆς σχολῆς οἱ τῆς ἐκείνου
κηδεμονίας ἡξιωμένοι, τῇ μὲν χρείᾳ σύμμετρον,
μείζονα δὲ ἢ ἐπετάχθησαν τὸν οἰκίσκον ἐδείμαντο.
Ἐπανελθὼν δὲ μετὰ δεκάτην ἡμέραν, οἶά τις Μωῦ-
σῆς ἀπὸ τοῦ ὄρους καὶ τῆς ἀφράστου θεωρίας, καὶ
θεασάμενος μείζονα ἢ ἐβούλετο τὴν οἰκοδομὴν γε-
γενημένην· « Δέδοικα, ἔφη, ὦ ἄνδρες, μὴ τὰ ἐπὶ
γῆς εὐρύνοντες καταγώγια σμικρύνωμεν τὰ οὐρά-
νια· καίτοι ταῦτα μέν ἐστι πρόσκαιρα, καὶ πρὸς ὀλί-
γον ἡμῖν ἐπιτήδεια· ἐκεῖνα δὲ αἰώνια, καὶ πέρας
λαβεῖν οὐ δυνάμενα. » Καὶ ταῦτα μὲν ἔλεγε, τὰ τε-
λεώτερα τὸν χορὸν ἐκπαιδεύων. Ἡνείχετο δὲ ὅμως,
τῆς ἀποστολικῆς ἐπακούσας φωνῆς· « Οὐ ζητῶ τὸ
ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶ-
σιν. » Ἐξεπαίδευσε δὲ κάκείνους, ἔνδον μὲν κοινὴν
τῷ Θεῷ τὴν ὑμνῳδίαν προσφέρειν, μετὰ δὲ τὴν ἕω
ἀνὰ δύο κατὰ τὴν ἔρημον ἐξιέναι, καὶ τὸν μὲν τὰ
γόνατα κατακάμπτοντα τὴν ὀφκιλομένην τῷ Δεσπότῃ
προσφέρειν προσκύνησιν, τὸν δὲ ἄδειν ἐστῶτα ψαλ-
μοὺς Δαυἔτικοὺς πεντεκαίδεκα, εἶτα ἐναλλάττειν τὸ
ἔργον, καὶ τὸν μὲν ἀνιστάμενον ἄδειν, τὸν δὲ εἰς
γῆν κατακύπτοντα προσκυνεῖν· καὶ τοῦτο ἐξ ἐωθι-
νοῦ μέχρι δείλης ὀψίας διετέλουν ποιοῦντες. Πρὸ δὲ
ἐλίου δυσμῶν βραχύ τι διαναπαυόμενοι, εἰς τὸ ἄν-
κατὰ ταυτὸν τῷ Δεσπότῃ προσέφερον.
Εἰώθει δὲ καὶ αὐτὸς ὁ πρεσβύτης ἔνα τινὰ τῶν
ἐπισημοτέρων κοινωνὸν τῆς λειτουργίας λαμβάνειν.
Εἴπετο δὲ αὐτῷ συχνότερον ἀνήρ τις, τὸ μὲν γένος
Πέρσης, τὸ δὲ ἶδος μέγας καὶ ἀξιάγαστος, θαυμα-
σιωτέραν δὲ τοῦ εἴδους τὴν ψυχὴν κεκτημένος, Ἰά-
κωβος ὄνομα αὐτῷ,ὅς καὶ μετὰ τὴν ἐκείνου τελευτὴν
ἐν πάσῃ μὲν διέλαμψεν ἀρετῇ, ἐπίσημος δὲ καὶ πε-
ρἴβλεπτος ἦν, οὐ τοῖς αὐτόθι μόνοις, ἀλλὰ καὶ τοῖς
ἐν τῇ Συρίᾳ τῆς φιλοσοφίας φροντιστηρίοις, ἐν οἶς
καὶ ἐτελεύτα βιιώσας, ὡς λέγεται, τέτταρα καὶ ἐκα-
-ὴν ἔτη. Οὗτος τῷ μεγάλῳ πρεσβύτῃ τῆς ἐπὶ τὴν
ἔρημον κοινωνήσας δδοῦ, πόῤῥωθεν εἴπετο. Οὐ γὰρ
εἴα πελάζειν ὁ διδάσκαλος, ἵνα μὴ πρόφασιν αὐτοῖς
τοῦτο διαλέξεως γένηται, ἡ δὲ διάλεξις κλέψῃ τὸν
νοῦν τῆς περὶ τοῦ Θεοῦ φαντασίας. Ἐπόμενος δὲ δρᾷ
κατὰ τὴν ὁδὸν δράκοντά τινα παμμεγέθη κείμενον.
ἶτα θεασάμενος προβῆναι μὲν οὐκ ἐθάὸῥησεν, ἐκ-
κὐναι δὲ πολλάκις ὑπὸ τοῦ δέους θελήσας, ἀνεῤῥώ-
σθη πάλιν τὸν λογισμόν. Ἐπειτα κύψας, καὶ ψηφίδα
ν Rom. Xn, 16. s 1 Cor.τ, 33.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.