PG 82, col. 46

ἀλήθειαν ἔκπαιδεύων, καὶ τὸ ἦθος ῥυθμίζων. 'H
ΚΕΦΑΛΔῙΟΝ ΠΡΩΤΟΝ.
α’. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ , κλητὸς
ἀπόστολος. ’Υπαρχοι μὲν καὶ στρατηγοὶ τὰ τῶν
ἀξιωμάτων ὀνόματα τῶν οἰκείων γραμμάτων προδ
τάττουσι, τὴν ὀφρὺν αἴροντες, καὶ τῷ ἀξιώματι τὸ
φρόνημα συνεπαίροντες. '0 δὲ θεῖος ’Δπόστολος
ἔκτρωμα μὲν ἑαυτὸν ὀνομάζει, καὶ τῶν ἁμαρτωλῶν
πρῶτον ἀποκαλεῖ , καὶ τῆς ἀποστολῆς ἀνάξιον εῐναί
φησι. Προτίθησι δ’ ὅμως ἐπιστέλλων τὰς ὑπὸ τῆς
[dptto; ὲπιτεθείσας προσηγορίας, είς ὠφέλειαν
τ’ῶν δεχομένων τὰ γράμματα. Μανθάνοντες γὰρ
τίνων 6 γράφων ἀξιωμάτων μετέχει, μετὰ πλείονος
αὐτὰ σπουδῆς τε καὶ προθυμίας ἐδέχοντο. Καὶ πρῶ-
τον μὲν ἑαυτὸν Παῦλον καλεῖ, οὺ ταύτην ἄνωθεν
παρὰ τῶν πατέρων τὴν προσηγορίαν δεξάμενος.
ἀλλὰ μετὰ τὴν κλῆσιν ταύτης ἀξιωθεὶς, ὡς Σίμων
Πέτρος , καὶ υἱοὶ βροντῆς οἱ Ζεϐεδαίου υίοὶ, καὶ 6
Ἰακὼὸ Ἰσραὴλ , καὶ Ἀϐραὰμ 6 ’Λὸραμ, Εἶτα
δοῦλον Ἰησοῦ Χριστοῦ, ὃν νεκρὸν ἐκάλουν ἅπαντες
οἱ ἀπιστοῦντες, καὶ ἐσταυρωμένον, καὶ τοῦ τέκτονος
υἱόν. Ἀλλ’ ὅμως τὴν τούτου δουλείαν ὑπὲρ πᾶσαν
’βασιλείαν ἠσπάζετο. Ἔπειτα κλητὸν ἑαυτὸν ὀνο-
μάζει, τὴν ἄνωθεν αἰνιττόμενος κλῆσιν. Καὶ τὸ τοῦ
ἀποστόλου δὲ προστίθησιν ὄνομα, διδάσκων ὡς
καὶ τούτου τετύχηκεν. Ἐπειδὴ γὰρ τοῖς δώδεκα
ταύτην 6 Κύριος τὴν προσηγορίαν ἐπέθηκε , τίθησι
καὶ ταύτην 6 θεῖος Ἀπόστολος ” οὐχ ἀρπάσας αὐτὴν,
ἀλλὰ παρ’ αὐτοῦ τοῦ Δεσπότου δεξάμενος. ι Πο-
ρεύου γὰρ, ἔφη πρὸς αὑτὸν, ὅτι εἰς ἔθνη μακρὰν
ἐξαποστελῶ σε. ι Καὶ τοῦτο δηλοῖ διὰ τῶν ὲέῆς·
Ἀφωριο-μένος είς Εὺατγέλιον Θεοῦ. Οὐκ αὑτο-
χειροτονητάς ειμι, φησίν · ἀλλὰ παρ’ αὑτοῦ τοῦ Θεοῦ
τὴν τοῦ κηρύγματος ἐδεξάμην διακονίαν. Ἀφώρισε
δὲ αὐτὸν καὶ 6 Πατὴρ, καὶ 6 Υἱὸς, καὶ τὸ ἅγιον
Πνεῦμα. Καὶ ὃτι μὲν αὐτὸν 6 Πατὴρ ἀφώρισεν,
αὐτὸς ὲν τῇ πρὸς Γαλάτας διδάσκει· ε Ὅτε δὲ εὑ-
δόκησενό Θεὸς, 6 ἀφορίσας με ὲκ κοιλίας μητρός
μου, καὶ καλέσας διὰ τῆς χάριτος αὑτοῦ, ἀποκαλύψαι
τδν Υἱὺν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὑτὸν
ὲν τοῖς ἔθνεσιν. ι ’Ὁτι δὲ καὶ 6 μονογενὴς Υἱὸς
ταυτὸ τοῦτο πεποίηκε, πάλιν 6 Ἀπόστολος ὲν ταῖς
Πράξεσι λέγει, ὡς ὤφθη μὲν αὐτῷ ὲν τῷ ιερῷ 6
Κύριος, παρεκελεύσατο δὲ σπεῦσαι, καὶ ἐξελθεῖν, ὡς
Ἰουδαίων μὴ δεχομένων τδ κήρυγμα, καὶ προστέ-
οηκε · ι Πορεύου, ὅτι είς έθνη μακρὰν ἐξαποστελῶ
σε. ι Ταυτδ δὲ τοῦτο καὶ πρὸς τὸν ’Δνανίαν ἔφη
ἀναδυόμενονι ‹ Πορεύου , ὅτι σκεῦος ἐκλογῆς μοι
ἐστὶν οὗτος, τοῦ βαστάσαι τδ ὄνομά μου ἐνώπιον
ὲονῶν , καὶ βασιλέων , υῑῶν τε Ἰσραήλ. ι '0 δέ γε
μακάριος Λουκᾶς διδάσκει ἡμᾶς, ὡς τῶν ὲν Ἀντιο-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.