PG 82, col. 56

τῷ Θεῷ τοῦ Μονογενοῦςν τὴν τιμήν, Ἀκριόείᾳ δὲ
χρώμενος, οὐχ ἁπλῶς εἶπεν ᾐτηκέναι τὴν πρὸς
αὐτοὺς πορείαν, ἁλλ’ tv τῷ θελήματι τοῦ Θεοῦ. Ei
τοῦτο , φησὶν, ἀρέσκει τῷ Κυϐερνήτῃ τῶν ὅλων · ει
δὲ ὅπου σωτηρία μυριάδων τοσούτων, οὐδὲν ἀορίστως
ᾔτησεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ τῇ αίτήσει τὸ
θεῖον συνέταξε θέλημα, ποίας ἡμεῖς ἄξιοι συγγνώμης.
περὶ αἰσθητῶν πραγμάτων, καὶ διαλεγόμενοι. καὶ
εὐχόμενοι, καὶ τῆς θείας βουλῆς οὑκ ὲξαρτῶντες
τὰ καθ’ ἡμᾶς ς
ια’. Ἐπιποοῶ γὰρ ίδεῗν ὑμᾶς, ἵνα τι μεταδῶ
χάρισμα ὑμῖν πνευματικόν. Ταπεινοῦ φρονήματος
τὰ εἰρημένα μεστά. Οὐ γὰρ εἶπεν, Ἵνα δῶ, ἀλλ’,
Ἵνα μεταδῶ· ἀφ’ ὧν γὰρ ἔλαϐον, δίδωμι. Καὶ ἐπειδὴ
πρῶτος αὐτοῖς ὁ μέγας Πέτρος τὴν εὐαγγελικὴν
διδασκαλίαν προσήνεγκεν, ἀναγκαίως ἐπήγαγεν·
Είς τὸ στηριχθῆναι ὑμᾶς. Οὐ γὰρ ἑτέραν ὑμῖν,
φησὶ, διδασκαλίαν προσφέρειν ⁵⁵, ἀλλὰ τὴν ἤδη
προσενεχθεῖσαν βεϐαιώσασθαι βούλομαι, καὶ τοῖς
ήδη φυτευθεῖσι φυτοῖς τὴν ἀρδείαν προσενεγκεῖν.
Εἶτα πάλιν μετριότητος πολλῆς τδν λόγον ἐμπί-
πλησι.
ιβ’. Τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν
διὰ τῆς ὲν ἀλλήλοις πίστεως ὑμῶν τε καί ἐμοῦ,
Οὺ γὰρ μόνον δοῦναι βούλομαι, ἀλλὰ καὶ λαϐεῖν παρ’
ὑμῶν. Παρακαλεί δὲ καὶ διδάσκαλον ὴ προθυμία
τῶν μαθητῶν.
ιγ’. οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδε.1ε;οὶ,εὸτι
πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καί ἐκω-
λύθην ἄχρι τοῦ δεῦρο. Καὶ τὴν πρόθεσιν ἔδειξε,
καὶ τὴν οἰκονομίαν ἐδήλωσεν. 'H θεία γάρ με χάρις,
φησὶν, ὡς βούλεται κυῆερνᾷ. Τεθεικὼς δὲ ὲν μέσῳ
τὺ ἐκωλύθην ἄχρι, τοῦ δεῦρο , διδάσκει σαφέστερον
τίνος ἕνεκεν πρὸς αὐτοὺς ἀπελθεῖν ἠϐουλήθη · Ἶιά
τινὰ καρπὸν σχῶ καί ἐν ὑμῖν, καθὼς καί ἐν τοῖς
λοιποῖς ἔθνεσιν.
ιδ’, ιε’. ’Ἕλλησί τε καὶ βαρϐάροις, σοφοῖς τε
καί ἀνοήτοις ὀφειλέτης είμί. Οὕτω τὸ κατ’ ἐμὲ
πρόθυμον καί ὑμῖν τοῖς ὲν Ῥώμῃ εὐαγγελίσασθαι.
Τῶν ἐθνῶν ἁπάντων ἐχειροτονήθην διδάσκαλος. Οὖ
δὴ χάριν πᾶσιν ὀφείλω τῆς διδασκαλίας τὸ χρέος, καὶ
οὺχ Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρϐάροις. Διά γάρ τοι
τοῦτο καὶτὰς διαφόρους γλώττας δέδωκεν ἡμῖν ὴ
τοῦ Πνεύματος χάρις, καὶ προσήκει μὲν καὶ τοῖς
ἐπί παιδείᾳ μέγα φρονοῦσι, καὶ τοῖς λόγων ἀμυήτοις
ἐκτῖσαι τὸ δφλημα. Καλεῖ γὰρ σοφοὺς μὲν τοὺς ἐπ’
εὐγλωττίᾳ ’βρενθυομένονς ἀνοήτους δὲ τοὺς ὑπὸ
τῶν καλουμένων σοφῶν δι’ ἀπαιδευσίαν οὕτω προσ-
αγορευομένους. Καὶ ἐπειδὴ οὐ πάντες ἐδέχοντο τοῦ
Εὑαγγελίου τὸ κήρυγμα, είκὸτως προστέθεικεν Τὸ
κατ’ ἐμὲ πρόθινμσν.Ἒμδν γὰρ τὺ κηρύττειν, τὸ δέ γε
πιστεύειν τῶν ἀκουόντων. Καὶ ἐπειδὴ τὸ κήρυγμα
VARle LECTIONES.
"‘ Β προσφέρω. Πειγ. aiIcro.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.