PG 83, col. 1417
κεφάλαια, ἃ μετά ἀναθεματισμῶν είς τὴν βασιλίδα
πόλιν ἐξέπεμψαν, δεξάμενοι,οιαὶ ταῖς οἰκείαις ὑπο-
γραφαῖς, ὡς ᾠήθησαν, βεϐαιώσαντες, ἃ. σαφῶς ἐκ
τῆς πικρᾶς ’Δπολιναρίου βεϐλάστηκε ῥίζης. Μετ-
έχει δὲ καὶ τῆς Ἀρείου καὶ Εὐνομίου δυσσεϐείας·
εἰ δέ τις ἀκριϐῶς κατιδεῖν ἐθελήσειεν, οὐδὲ τῆς
Οὐαλεντίνου καὶ Μαρκίωνος ἄμοιρα δυσσεϐείας τυγ-
χανε ι.
Ἐν μὲν γὰρ τῷ πρώτῳ κεφαλαίῳ τὴν ὑπὲρ ἡμῶν
γεγενημένην οἰκονομίαν ἐκϐάλλει· οὐκ ἀνειληφέναι
τὸν Θεὸν Λόγον φύσιν ἀνθρωπείαν, ἀλλάὑτὸν είς
σάρκα μεταϐληθῆναι διδάσκων· καὶ⁸ δοκήσει καὶ φαν- Β
τασίᾳ τὴν τοῦ Σωτῆρος ήμῶν ὲνανθ ρὼπησιν, ἀλλ’ οὐκ
ἀληθείᾳ γεγενῆσθαι δογματίζων. Ταῦτα δὲ τῆς Μαρ-
κίωνος καὶ τοῦ Μάνεντος καὶ Οὐαλεντίνου δυσσεϐείας
ὑπάρχει γεννήματα. Ἐν δὲ τῷ δευτέρῳ καὶ τρίτῳ
κεφαλαίῳ, ὥσπερ ἐπιλαθόμενος ὧν ὲν προοιμίοις ἐξ-
έθετο, τὴν καθ’ ὑπόστασιν ἕνωσιν είσάγει, καὶ σύν-
οδον καθ’ ἕνωσιν φυσικὴν, κρᾶσίν τινα καί σύγχυσιν
διὰ τούτων τῶν ὀνομάτων γεγενῆσθαι διδάσκων τῆς
τε (48) θείας φύσεως καὶ τῆς τοῦ δούλου μορφῆς.
Τοῦτο τῆς αίρετικῆς Ἀπολιναρίου καινοτομίας ἐστὶ
κύημα. Ἐν δὲ τῷ τετάρτῳ κεφαλαίῳ ἀπαγορεύει τῶν
εὐαγγελικῶν καλ⁸ ἀποπολικῶν φωνῶν τὴν διαίρεσιν,
καὶ οὑκ ἑᾷ κατὰ τὰς τῶν ὀρθοδόξων Πατέρων διδα-
σκαλίας τὰς μὲν θεοπρεπεῖς φωνάς περὶ τῆς θείας
ὲκλαμϐάνεσθαι φύσεως τὰς δὲ ταπεινὰς καὶ ἀνθρω-
πίνως είρημένας τῇ ἀναληφθείσῃ προσάπτειν ἀνθρωο
πότητι· καὶ ἐντεῦθεν τοίνυν ἔστιν εὑρεῖν τοὺς εὑφρο⁴
νοῦντας τὴν τῆς ἀσεϐείας συγγένειαν. ’Ἄρειος γάρ
καὶ Εὑνόμιος, κτίσμα καὶ ἐξ οὐκ ὄντων, καὶ δοῦλον
τὸν μονογενῆ Υίδν τοῦ Θεοῦ εἶναι φάσκοντες, τὰ τα-
πεινῶς ὑπὸ τοῦ Δεσπὸτου Χριστοῦ καὶ ἀνθρωπίνως
εἰρημένα τῇ θεότητι αὑτοῦ προσάψαι τετολμήκασι· τὸ
ἐτεροούσιον ἐντεῦθεν καὶ τὸ ἀνόμοιον κατασκευάζον-
τες. Πρὸς τούτοις, ἵνα συνελὼν εἴπω, αὐτὴν τὴν
ἀπαθῆ καὶ ἄτρεπτον τοῦ Χριστοῦ θεότητα καὶ πα-
θεῖν, καὶ σταυρωθῆναι καὶ⁵ ἀποθανεῖν καὶ ταφῆναι δι-
αγορεύει. Ίόῦτο δὲ καὶ τῆς Ἀρείου καὶ Εὑνομίου
μανίας ἐπέκεινα· οὐδὲ γὰρ οί κτίσμα τολμῶντες ἀπο-
καλεῖν τὸν Ποιητὴν τῶν ὅλων καὶ Δημιουργὸν, είς D
ταύτην ἐξώκειλαν τὴν ἀσέϐειαν. Βλασφημεί δὲ καὶ είς
τδ ἅγιον Πνεῦμα· οὐκ ὲκ τοῦ Πατρὸς αὐτὸ λέγων
ἐκπορεύεσθαι, κατά τὴν τοῦ Κυρίου φωνὴν, ἀλλ’ ἐξ
Υίοῦ τὴν ὓπαρξιν ἔχειν. Καὶ οὗτος δὲ τῶν Ἀπολινα-
ρίου σπερμάτων ὁ καρπός· γειτνιάζει δὲ καὶ τῇ Μα-
κεδονίου πονηρᾷ γεωργίᾳ. Τοιαῦτα τοῦ Αἰγυπτίου τά
’ κυήματα, πονηροῦ πατρὸς ἀληθῶς ἔγγονα πονηρότε-
ρα. Ταῦτα δὲ δέον ἢ ἀμϐλωθρίδια ποιῆσαι κυοφο-
ρούμενα, ἢ εὐθὺς τεχθέντα διαφθεῖραι τοὺς τῶν ψυ-
χῶν τὴν ἰατρείαν ἐγκεχειρισμένους, ὡς ὀλέθρια καὶ
τῆς ἡμετέρας φύσεως δηλητήρια, ὲκτ ρέφουσιν οἱ γεν -
νάδαι, καὶ πολλῆς ἀξιοῦσι σπουδῆς ἐπ’ ὀλέθρῳ σφῶν
αὑτῶν καὶ τῶν τὰς ἀκοάς αὐτοῖς ὑπέχειν ἀνεχομένων.
(48) Sic Mans. Vind. δέ.
Panum. ίῖ n. LX XXIII.