PG 85, col. 1847

καὶ άκρᾳ ἀφωνία, ὐπερέδη τὴν Πυθαγόρου τῆς γλώτ-
της ἐγκράτειαν · διέπτυσε δὲ σὺν τῇ οίνοποσίᾳ, καὶ
τήν ὑδροποσίαν. Ἐν τοιαύτῃ τοιγαροῦν καταστάσει
ήσύχῳ διατριϐούσῃ τῇ ἀδρανεῖ, καὶ ταπεινῇ ἀράχνῃ,
καὶ μηδαμοῦ ἔξω ἀνεχομένη περιπατεῖν, μηδὲ περι-
πλανᾶσθαι τῇδε κάκεῖσε φανταστικῶς, μηδὲ πονεῖν,
καὶ μοχθεῖν ἀπέραντα, ό έν ὑψηλοῖς κατοικῶν καὶ
τά ταπεινά ἐφορῶν Κύριος (οὐδὲν γάρ τῆς ἀράχνης
ἐστὶν ταπεινώτερον),καὶ μέχρις αὐτῆς ἐκτείνων τὴν
πρόνοιαν, πέμπει ταύτῃ τὸ καθημέραν βρωμάτιον
πλησίον τοῦ σκηνηδίου apti}; παρασκευάζων ἐμπί-
πτείν είς τά δίκτυα «cKc—3m τά πρὸς τήν χρείαν
ζωῦφιαο
μτί. Ἀλλ’ ῐσως ἐρεῖ τις τῶν τῇ λαιμαργία καταο
δεδουλωμένων, ὅτι Ἐγὼ πάνυ πολλὰ ἐσθίω, καὶ ἐπειδὴ
πολυδάπανός είμι, ἀνάγκη μοι ταῖς μυρίαις τοῦ βίου
πραγματείαις ἑμπλέκεσθαι. Ἀλλά καὶ οὗτος σκο
πείτω τά κήτη τὰ μεγάλα, τά ὲν τῷ Ἀτλαντικῴ
βοσκόμενα πελάγει, παρά τοῦ Θεοῦ ἀφθόνως τρεςό-,
μενα, καλ⁵ μηδέποτε λιμοῦ πεῖραν λαϐόντα. Τοσοῦτον
γάρ ἕκαστος αὐτῶν¹ θὴρ καταπίνει τὸ δψον, ὅσον
μηδέ τις πόλις πολυάνθρωπος τὸ καθημέραν δαπα-
νῆσαι δύναται. ι Πάντα γὰρ, φησὶ, πρὸς σὲ προσδο-
κῶσι δοῦναι τὴν τροφὴν αὐτῶν είς εὐκαιρον. ι 06.x-
οῦν καὶ τὸν πολλά τρῶγοντα, καὶ τὸν βραχυδίαιτον,
6 Θεὺς ἐστὶν 6 τρέφων. Ταῦτα ἀκούσας καὶ αὐτὸς 6
τὴν πλατεῖαν, καὶ εὐρύχωρον κεκτημένος κοιλίαν, τῷ
Θεῷ, καὶ τῇ πίστει λοιπον ὅλον σεαυτὸν ἀνάθες·
παντοῖον ἀποτιναξάμενος τοῦ κόσμου περισπασμὸν,
καὶ νοῦν πολυφρόντιδα, καὶ μηκέτι γίνου ἄπιστος,
ἀλλά πιστός. ”
μθ’. Ἐάν θέλωμεν τῷ δντι εὐαρεστῆσαι Θεῷ, καὶ
τὴν μακαριωτάτην φιλιωθῆναι φιλίαν, γυμνὸν τὸν
νοῦν ήμῶν τῷ Θεῷ παραστήσωμεν, μηδὲν ἐπισυρόμε⁹
νον τοῦ παρόντος αίῶνος, μή τέχνην, μή Ϊνόημα,
μὴ σόφισμα, μὴ δικαιολογίαν, κᾶν πᾶσαν πεπαιδευ-
μένοι ῶμεν τὴν τοῦ κόσμου σοφίαν. Ἀποστρέφεται
γὰρ τὸ Θεῖον τοὺς μετά οίηματικοῦ τοῦ τρόπου προσ-
ερχομένους αὐτῷ, καὶ τῇ κενοδοξία σιτιζομένους
καὶ πεφυσιωμένους ’ καλῶς γάρ τινες τῶν ἑρμηνευ-
τῶν, σιτιστήριον καὶ φῦσαν, τὸ μάταιον ἐκδεδώκασιν
οἴημα. .
ν’. Πῶς ἂν δυνηθείημεν καταπαλαῖσαι τὴν προ-
κεκρατηκυῖαν ἀμαρτίαν; Βίας χρεία. Ἀνὴρ γάρ,
φησὶν, ὲν πόνοις πονεῖ, καὶ ἐκϐιάζεται ἑαυτοῦ τήν
ἀπώλειαν, φιλονεικῶν πάντοτε ἀνωθεῖν πρὸς τὴν
ἁγιωσύνην τῶν οἰκείων λογισμῶν. Τῇ δὲ βίᾳ τὴν
βίαν λύειν, οὐκ ἀπείρηται τοῖς νόμοις. Εἰ μὲν οὖν
εἰσφέρομεν βίαν τινος σπουδάσματος, εί καὶ ἀσθενε-
στάτην, περιμένομεν δὲ λοιπὸν ἐπελευσομένην ἡμῖν
ὲξσῢψους δύναμιν, καθήμενοι ἐν τοῖς Ἱεροσολύμοιςι
τουτέστιν ὲν τῇ ἀλήκτῳ εὐχῇ, καὶ ταῖς ἄλλαις ἀρε-
ταῖς, πότε ἥξει πρὸς ἡμᾶς βίαν κραταιανς οὐδὲ γὰρ
δὴ ἀσθενεστάτην κατά τὴν ἡμετέραν βίαν ἐργαζο-
μένην. ἀλλὰ βίαν τινὰ φρασθῆναι μὴ δυναμένην διὰ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.