PG 85, col. 1850

καὶ κακοποιεῖν ὑμᾶς, καί ἀνοικοδομήσω, καὶ ού μὴ
καθαιρήσω, καὶ φυτεύσω, καὶ ού μὴ ὲκτιλῶ. ι Σι-
γὰτω τοίνυνή δημώδης λέγουσα παροιμία ° Ἐφ’ ᾧ
κακῶς, οὐκ ἔστι καλῶς · 6 γὰρ ἐπὶ τὸ χεῖρον ἀλλοιῶ-
σας τά πράγματα Κύριος, δύναται πάντως ταῦτα
πάλιν ἐπὶ τὸ λαμπρῦτερον ἀπροσδοκήτως μεταϐάλ-
λε ιν.
ξδ’. '0 τοῖς δαίμοσιν εῐτε δι’ ἐγκρατείας, εἴτε δι’
εὐχῆς, εῖτε διὰ πάσης ἀρετῆς σφοδρότερον καὶ φι-
λονεικότε ρον ἐπεμϐαίνων, βαθυτέρας παρ’ αὐτῶν τάς
πληγάς ἀντιλήψεται, μέχρις οὗ καί⁵ είς ἀπευδοκίαν
καταστῆναι, ἀπόκριμα τοῦ νοητοῦ θανάτου κατο-
πτεύων ὲν τῇ ἑαυτοῦ ψυχῇ. Ὠς παρεῖναι λέγειν αύ-
τόν· ι Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου
τούτους ι καταναγκάζομαι γάρ ἀϐουλήτως ὑποκύ-
πτειν τοῖς νόμοις τοῦ ἀντιπάλου.
Ee'. Οὐχ ἁπλῶς προεγράφη ὃτι τινὲς πρὸς ἑαυτοὺς
ελεγον · ι Ἀνάστητε, καὶ ἥξομεν πρὸς λαὸν πεποιο
θότα ἔπ’ ἐλπίδι, καὶ ἡσυχάζοντα. ι Καὶ πάλιν·
ι Δεῦτε ἀναϐάντες συλλαλήσωμεν αὐτοῖς γλώσσῃ
νοερᾷ δολία, καὶ ἀποστρέψωμεν αὐτοὺς πρὸς ἡμᾶς
ἀπὸ τῆς ἀληθείας. ι Οί γάρ δεινοὶ δαίμονες είώθασι
παρά πᾶσαν τὴν ζωὴν κατὰ τῶν τὸν ἡσύχιον προε-
λομένων βίον, ἀκονᾷν τά ξίφη τῶν πειρασμῶν, καὶ
μανικώτερον μᾶλλον τοῖς εὐλαϐεστέροις τε καὶ θεο-
σεϐεστέροις ἐπιστρατεύειν είς τὴν κατ’ αὐτὸ τὸ ἔργον
ἁμαρτίαν ὠθοῦντες τούτους, πολέμοις άφορήτοις,
τάχα κᾶν οὓτω δυνηθῶσι τῆς είς Χριστὸν πίστεως,
καὶ τῆς εὐχῆς, καὶ εύελπιστίας, ἀποστῆσαι τοὺς πε-
πολεμημένους, Ἀλλ’ ἡμεῖς, ὥς φησι Δαϐὶδ, ι Οὐ
μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ἕως οὗ οἰκτειρήσεις ἡμᾶς,
καὶ μακρυνθῶσιν ἀφ’ ἡ μῶν οῖ καταπίνοντες ἡμᾶς. ι
Ού μὴ ἀποστῶμεν ἀπο σοῦ μέχρις ἂν προστάξεις ἀφ’
ἡμῶν ἀπελθεῖν τοὺς πειράζοντας ἡμᾶς, καὶ ζωο-
ποιηθῶμεν δι’ ὑπομονῆς καὶ στερρᾶς ἀπαθείας.
διότι πειρατήριόν ἐστιν ὁ βίος τοῦ ἀνθρώπου, καὶ
χρόνοντακτὺν πολλάκις ὑπὸ τοὺς πόδας τῶν ἀλλο-
τρίων πίπτειν ὲτοιμάζεται παρά τοῦ ἀγωνοθέτου·
μεγαλοφυοῦς δὲη ψυχῆς καὶ γενναίας ῐδιον, τὸ μὴ
ἀπογινώσκειν ὲν συμφοραῖς.
Eg“. Είιτοσοῦτον ίσχύει δαίμων, ὥστε καὶ μὴ θέ-
λοντος τοῦ ἀνθρώπου, μετασκευάζειν τοῦτον καὶ
μεταφέρειν πρὸς τὴν οἰκείαν φοράν, τῆς κατά φύσιν
ἐκστάντα ἀγαθῆς καταστάσεως, πόσον ἰσχύει Ἀγγε-
λος τῷ ὡρισμένῳ καιρῷ τὸ κέλευσμά τοῦ Θεοῦ δεξάμεο
νος, πᾶσαν ἐπὶ τὸ κρεῖττον μεταγαγεῖν τὴν τοῦ ἀν-
θρώπου διάθεσινςΚαὶ 6 πάμψυχρος βορρᾶς τοσοῦτον
ιξίσχυσεν, ὥστε πρὸς τὴν τῶν λίθων σκληρότητα
μεταποιῆσαι την τοῦ ὕδατος ἁπαλωτάτην φύσιν, τί
ἀν ποιήσῃὸ θερμότατος Νότος; εί 6 ἀὴρ λίαν κατε-
ψυγμένος, τά πάντα αύτῷ ὑπεῖξαι καὶ κατασκευάζει·
τίς γάρ ύποστήσεται κατά πρόσωπον ψύχους ; πῶς
οὐκ ἂν πρὸς ἑαυτὴν ἡ θέρμη τά πάντα μεταϐάλῃς
Τί γάρ ύποστήσεται κατά πρόσωπον θέρμης; Il:-
στεύσωμεν οὖν τὸν ψυχρόν τε καὶ μέλανα ἄνθρακα
τῆς διανοίας ἡμῶν όψέ ποτε, ἢ θᾶττον, θερμόν τε

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.