PG 86, col. 2332

θάρτου Ἀιςροδίτης..... μᾶλλον 6 παραμένων αὐτῇ
δαίμων, ἔπληξε τὴν χεῖρα τοῦ τεχνίτου ’ ἐφλέ-
γμανεν γὰρ καὶ κατεπύρισεν χεὶρ αὐτοῦ. γέγονε
δὲ καὶ τραῦμα φοϐερὸν, ὥστε τὴν τοιαύτην οὶ
θεωροῦντες ἀνάγκην τῆς χειρὸς, ἔλεγον cum ἀποτέ-
μνεσθαι. Ὠς οὖν εἶδεν ἑαυτὸν ἐν πολλῇ περιστάσει ,
τὸ κρεῖττον ἐπιλεξάμενος, ἔρχεται πρὸς τὸν ὅσιον,
ὅπως τύχῃ βοηθείας ἀπὸ τοῦ Θεοῦ δι’ αὐτοῦ. Ὀ δὲ
ποιήσας ἐπ’ αύτῷ τὴν εὐχὴν, ἔχρισεν τῷ ἁγίῳ
ἐλαίῳ τὴν δεξιὰν αὑτοῦ χεῖρα · αῦτη γὰρ ἦν ἡ πλη·
γεῖσα · πεποίηκεν δὲ τοῦτο ἐπὶ τρεῖς ἡμέρας, καὶ
απεκατὲστη ἡ. χεὶρ αὑτοῦ ὑγιὴς. άλλη⁷ διὰ
τῆς τοῦ Θεοῦ βοηθείας. Ἐν ᾧ δὲ οἴκῳ τὴν πληγὴν
ἐλαϐεν 6 ἰαθεὶς, ὲν αύτῷ ὑπὲρ εὐχαριστίας καὶ είς
ὑπόμνησιν τοῦ γεγονότος θαύματος, ἔστησεν τὴν
v6’. Λεπτουργός τις ἤνεγκεν πρίς τὸν μακάριον
παιδίον, ύπδ ἀκαθάρτου πνεύματος ἐνοχλούμενον ο
ὡς οὖν παρίστατο τῷ μεγάλῳ ποιοῦντι τὴν εύχὴν
διὰ τὸ εἶναι μικρὸν τὸ παιδίον, λέγει τις τῶν παρ-
ισταμένων τῷ λεπτουργῶ · Βαστασον, ἄνθρωπε, τὸ
παιδίον ἴνα λάϐῃ τοῦ ἁγιάσματος, ὂ δὴ καὶ πεποίη-
κεν. Πληρωθείσης δὲ τῆς εὐχῆς, ἀπελύθησαν ἀμφί-
C τεροι. Τῇ δὲ ἑξῆς ήμέρᾳ“ ἔρχεται 6 λεπτουργὺς,
κλαίων καὶ ὀδυρόμενος, μὴ φέρων τὰς ὀδύνας τῆς
ἑαυτοῦ χειρός. Ἐρωτηθεὶς δὲ, Τί κλαίεις ; τί ἕχεις ;
ἔλεγεν, ὃτι Ἐξὸτε τὸ παιδίον ἐϐάστασα, τὰς ὀδύνας
ού φέρω τῆς χειρός μου. '0 γὰρ δαίμων, 6 ἐάσας
τὸ παιδίον, ἐμοὶ ἐκολλήθη. κακεῖνο μὲν ἰάθη, ἐγὼ
δὲ κινδυνεύω. Τούτων ἀκούσας 6 μακάριος, μικρὸν
ὑπομειδιάσας, τοῦ δαίμονος κατεγέλασεν τοιαῦτα
πεποιηκότος· ἐπευξάμενος δὲ τῷ ἀνθρώπω, ἁπέλυ- .
σεν αὐτὸν, μηδὲν ἄλλο ποιῆσαι παραγγείλας. ἢ τῇ
εὐχῇ σχολάσαι μόνον. Ὀ δὲ τῆς δοθείσης αύτῷ
ἐντολῆς ἧττον φροντίσας, φοϐηθεὶς τὴν ὄγκον
καὶ τὴν πυράκτωσιν τῆς χειρὸς , ἔϐαλεν ἑαυτὸν είς
ἰατροὺς, ἵνα πληρωθῇ τδ εἰρημένον, ὅτι 't) ἀμαρ-
τάνων εἰς τὸν ποιήσαντα αὑτὸν, ἐμπεσεῖται εἰς
χεῖρας ἰατροῦ ·
ι ἔμελλεν γὰρ ἀπολέγειν τὴν χεῖρα.
αὺτοῦ,11ροσδαπανήσας δέ τὸν βίον αὑτοῦ εἰς ἰατροὺς,
καὶ είς θερμὰ πλανώμενος (b), καὶ μηδὲν ὠφεληθεὶς,
ἀλλὰ μᾶλλον χειρόνως ἐσχηκὼς, ἦλθεν πάλιν εἰς τὸν
ἀνάργυρον ἰατρὸν, τὸν δωρεὰν λαϐόντα τὴν χάριν,
δωρεὰν δὲ καὶ παρέχοντα τοῖς χρῄζουσι ταύτης. Ὀ
δὲ μηδὲν μελλήσαςῆ ἐπιπλήξας, ἐκτενῶς παρεκὰο
λεσε τὸν ἐλεήμονα Θεόν ὅπως ἰαθῇ, ὅπερ καὶ γέγο-
νεν. Προσμείνας γὰρ τῇ εὐχῇ, ἀπηλλαγη καὶ τῶν ’
ὀδυνῶν καὶ τῆς φλεγμονῆς, καὶ ἔπραττεν τὰ συνήθη ,
ἐργαςόμενος τὴν ἑαυτοῦ τέχνην, καὶ δοξάζων τὸν
Θεόν. Ἐπειδὴ περιενοχλο·,›μένων ὑπὸ πνευμάτων
punctis signantes.
(ὁ) Idem. πλαζόμενος.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.