PG 88, col. 1108

διὰ τῆς ίδιορυθμίας, φιληδόνους αὐτοὺς ὲλέγξασα·
ἑτέρους δὲ λαϐοῦσα τῷ φόϐῳ καὶ τῇ μερίμνῃ τῆς
τοῦ ἑαυτῶν κρίματος βασταγῆς (7), σπουδαίους τινάς,
καὶ ζέοντας εἰργάσατο. Μηδεὶς ὑπὸ θυμοῦ καὶ eiii-
σεως, ὑποκρίσεως τε καὶ μνησικακίας ὀχλούμενος,
[χνος ἡσυχίας ἰδεῖν τολμῆσαι μήπως ἔκστασιν, καὶ
μόνον κερδήσῃ. Ei δέ τις τούτων καθαρὸς, αὑτὸς
λοιπὸν γνώσεται τδ συμφέρον, οἶμαι δὲ οὐδ’ αὑτός·
τῶν λόγῳ τὴν ἡσυχίαν μετερχομένων σημεῖα , καὶ
στάδια, καὶ τεκμήρια ταῦτα· νοῦς άκύμαντος,
ἐννρια ἡγνισμένη, ἁρπαγὴ πρὸς Κύριον, κολάσεων
παράστασις, θανάτου ἔπειξις, προσευχὴ ἀκόρεστος,
φυλακὴ ἄσυλος, πορνείας θνῆσις, προσπαθείας
ἄγνοια, θάνατος κόσμου, γαστριμαργίας ἀνορεξία,
θεολογίας ὑπόθεσις, διακρίσεως πηγὴ, δάκρυον
ὑπόσπονδον, πολυλογίας ἀπώλεια (8), ira). εἴτι τῶν
τοιούτων, οἷς τά πλήθη φιλεῖ ἀντικεῖσθαι. Τοῖς δὲ ού
λόγῳ ταύτην μετερχομένοις (9), αὕτη, τοῦ πλυύτου
ὴ πενία (l0) όργῆςο αὔξησις μνησικακίας ἀποθήκη,
ἀγάπης μείωσις, τύφου πρόσληψις, καὶ τὸ ἑξῆς
σιωπήσομαι (Η). Ἐπεὶ δὲ οὕτως ό λόγος κατέδρα-
μεν, ἀνάγκη καὶ περὶ τῶν ὲν ὑποταγῇ ἐνταῦθα ὲν-
θέσθαι, καὶ μάλιστα, πρὸς αὐτοὺς γάρ καὶ ὁ λόγος
ὡς ἐπιπολὺ ἀποτείνεται.
Τῶν νομίμως, ἀμοιχεύτως καὶ ἀμολύντως τῇ
κοσμίῳ ταύτῃ (ὑποταγῇ) καὶ εὐρεπεϊ συζευχθέντων,
ταῦτα τά τεκμήρια καὶ eis), xui ὁρίζονται παρά τοῖς
θεοφόροις ιΙατράσιν, ίδίῳ μέντοι καιρῷ τελειούμενα·
πλὴν ὅτι καθημέραν προσενηνόχαμεν προσθήκην, καὶ
προκοπὴν λαμϐάνοντες. Ταπεινώσεως είσαγωγικῆς
αὔξησις, θυμοῦ μείωσις ο πῶς γάρ καί μὴ γεννήσεται
τῆς χολῆς κενουμένης, σκοτισμῶν ἔλλειψις, ἀγάπης
πρόσληψις, παθῶν ἀλλοτρίωσις, μίσους λύτρωσις, ἐξ
ἐλέγχου λαγνείας μείωσις, ἀκηδίας ἄγνοια, σπουδῆς
πρόσληψις, συμπαθείας ἀγάπη, ὑπερηφανίας ξενι-
τεία, τὸ πᾶσι ζητητέον, καὶ ὀλίγοις εὑρητέον, κατ-
όρθωμαο ὓδατος μὴ παρόντος ὲν· πηγῇ ἀνοίκειον
τὸ ὄνομα (12). Καὶ τὸ ἑξῆς νενόηται τοῖς νοῦν ἔχουσι·
νεᾶνις μὲν μὴ φυλάξασα κοίτην, ἐμίανε σῶμα’
καὶ ψυχὴ μὴ φυλάξασα συνθήκην, ἐμίανε πνεῦμω
καὶ τῇ μὲν ἀκολουθεῖ ψόγος, μῖσος, μάστιγες, χω-
ρισμοὶ, τὸ πάντων ἐλεεινότατον · τῇ δὲ, μολυσμοὶ,
θανάτου λήθη, κοιλίας ἀπληστία, ὀφθαλμῶν ἀκράο
τεια, κενοδοξίας ἐργασία, ὕπνου ἁχορτασία, σκλη-
ροκαρδία, ἀναισθησία, λογισμῶν ἀποθήκη, καὶ συγ⁹
καταθέσεως προσθήκη, αἰχμαλωσία καρδίας,
ταραχῆς ἐργασία, ἀνηκοτα, ἀντιλογία, προσπάθεια.
ἀπιστία, ἀπληροφορία, πολυλογία, παρρησία (15).
ἡ πάντων χαλεπωτέρα ο τί) δὲ πάντων ἐλεεινότερον ,
ἀκατάνυκτος καρδία, ἢν διαδέχεται ὲν τοῖς μὴ προσ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.