PG 88, col. 960
Ματαιόφρων ὀ τὸν ἐξ ἀνθρώπων θηρώμενος ἐπαι-
νον, καὶ⁵ ἕτερον μὴ ἐλπίζων.
Σχόλιον η’.
Φεύγωμεν καὶ τὸ μακαρίζεσθαι, καὶ τὸ μακαρίζειν
ἀλλήλους είς πρόσωπον · τὸ μὲν γὰρ κολακευτικῶν,
καὶ ὲκ δαιμόνων κινουμένων ⁸ τὸ δὲ κούφων, καὶ εὑ-
συλήτων τὰ κατορθώματα. Ὀ πρῶτος τοίνυν φθορεὺς.
τῶν ἀγαθῶν, τοῦ διαϐόλου ὲστί πως ἄγγελος ο ὁ δεύ-
τερος κληρονόμος ἀλόγιστος ἑτοίμως τά πονήματα
ἀποκτώμενος ' ἀμφότεροι δὲ τῆς ἀλλήλων ἀπωλείας
συνίστορες.
Σ χόλιον θ’.
Τῆς ταπεινώσεως ὴ τελειότης ἐστὶ τὸ φέρειν μετὰ
χαρᾶς τὰς ψευδεῖς κατηγορία-ς.
Σχόλιον Ἰσαάκ.
'O ταπεινόφρων ὲν ἀληθείᾳ ἀδικούμενος, οὐ ταράσ-
σεται. οὐδὲ ἀπολογίας ποιεῖ ὑπὲρ τοῦ πράγματος οὗ
ἠδικήθη ’ ἁλλά δέχεται τὴν συκοφαντίαν ὡς ἀλήθειαν ν
καὶ⁵ οὐ μεριμνᾷ πεῖσαι τοὺς ἀνθρώπους, ὅτι ἐσυκο-
φαντήθη ο ἀλλά συγχώρησιν αἰτεῖται.
Σχόλιον ι’.
Σὺ μὲν ταπείνωσιν νομίζεις ἔχειν ο ἀλλ’ οὐδὲ σεαυ-
τδν κατηγορούμενον φέρεις. Ei οὖν βούλει γνῶναι.
ὅτι ταπεινόφρων εἷ, δοκίμασον σεαυτὸν ὲν τοῖς εἰρη-
μένοις.
Σχόλιον ια’.
Μηχανὴ δαίμονος κενοδοξία · ἴστε δὲ ὃτι τούτῳ τῷ.
τρόπῳ καὶ θαυματουργεῖ.
Φωτίου ἄλλο.
Οὖ τις ἐφίεται, τοῦτο καὶ ἀπὸν παρεῖναι φαντά-
ζεται, θέλημα ἔχων δημιουργὸν τῆς φύσεως.
Φωτίου ἄλλο.
Ὅταν ἀλλοτρίας συμφορὰς ἅρπαγμα ποιησάμενος
πλούτου, εἰ καὶ δόξει τινὰς ἐκεῖθεν εὐποιεῖν, οὐκ ἐξ
ὧν παρέχει τὸ φιλάνθρωπον, ἀλλ’ ἐξ ὧν ἥρπασε,
τὸ μισάνθρωπον καὶ τυραννικὸν στηλιτεύει τῆς
γνώμηςο
Σ χόλιον ιβ’..
Oi μὲν αὐχοῦσι “rati; εὐτελείαις, οἱ δὲ ταῖς εὐπρα-
γίαις.
Σχόλιον ιγ’.
Ι)
'0 μὲν πλεονέκτης ἔχειτὰ τοῦ πένητος · σὺ δὲ
ταῦτα λαϐὼν καὶ μέρος ποιησάμενος τῆς σῆς περι-
ουσίας, ἀδίκου ἀδικώτερος ἐφάνης, καὶ πλεονέκτου
πλεονεκτικώτε ρος.
Ἄλλο. Ἐρώτησις.
’ Τί οὖν, ὅτι πολλοὶ πλεονεκτοῦντες οὐ πάσχουσι
κακῶς;
Ἀπόκρισις.
Μάλιστα μὲν πείσονται, κᾶν μὴ παραυτά πάθωσι.
Ἂν δὲ νῦν ἐκφύγωσι, τότε φοϐήθητι μᾶλλον, ὅτι
μείζονι κολάσει τηροῦνται, κᾶν αὐτοὶ διαφύγωσιν·
ἀλλ’ οἱ κληρονομήσαντες τὰ αὐτῶν, οὐ διαφεύγ-
ξονται.