PG 89, col. 1217

ι τῇ ἕκτῃ ἡμέρα ἐπλάσθη. Λοιπὸν, ὦ Ἰουδαῖε, εἰπὲ,
“ τίνα πρὸ παρασκευῆς τῆς κτίσεως ἐγέννησεν 6 Θεὸς.
’Δρα περὶ τοῦ ’Λδὰμ λέγει ; Οὐδαμῶς ο μετὰ γὰρ δύο
ἡμέρας τοῦ ἐωσφόρου καὶτῶν ἀστέρων ἐπλάσθη.
Ἀ).λᾶ περὶ τοῦ ἠλειμμένου ὑμῖν λέγεις ἀλλὰ υῖὸν
Δαῢὶδ αὑτὸν οὐ λέγετε εἶναι’ 6 δὲ Δασιὸ μετὰ πολ-
λοὺς γρόνους τοῦ ’Λδὰμ ἐγεννήθη ο 6 γὰρ ’Δδὰμ τῇ
’ἐκτῃ ἡμέρᾳ⁵ ἐπλάσθη, ὡς εἴρηται, καὶ οῖ ἑωσφόροι
τῇ τετάρτῃ ἡμέρᾳ ἐγένοντο’ ὁ δὲ Θεὸς περὶ τοῦ
ἰδίου Υἱοῦ λέγει, ὃτι ε Πρὸ ἑωσφόρον ὲγὲννησά σε’
σὺ ἱερεὺς sl; τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ι
τουτέστιν ἱερεὺς τῶν ἐθνῶν. '0 γὰρ Μελχισεδὲκ
οἶνον καὶ ἄρτον* προσέφερε τῷ Θεῶ, καθὼς καὶ 6 Β
Χριστὸς, 6 ἀρχιερεὺς ήμῶν, παρέδωκεν ἡμᾶς θύειν
αὑτῷ ἀναιμάκτους θυσὲας κατὰ τὴν τάξιν Μελχισε-
ὂὲκ. ’Λκουσον δὲ καὶ Σολομῶντος λέγοντος περὶ τῆς
πρὸ αἰώνων γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ
Θεοῦ · ι Πρὸ τοῦ τὰ ὅρη γενέσθαι, πρὸ τοῦ τὰς πη-
γὰς προελθεῖν, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με. ι
Adit}: μοι οὖν τίνα 6 Θεὸς πρὸ πάσης τῆς κτίσεως
ἐγέννησεν. Ὡσαύτως δέ καὶ πάλιν 6 Δασὶδ ἐν βί-
6λῳ Ψαλμῶν οῖ’ λέγει · ε ’0 Θεὸς, τὸ κρῖμά σου τῷ
βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷυὶᾦ τοῦ
βασιλέως. ι Καὶ μὴ εἴπῃς περὶ Σολομῶντος λέγειν ·
εἷπε γὰρ μετὰ ὀλίγους στίχους, ὃτι ι Κατακυριεύσει
ἀπὸ θαλάσσης ’ἐως θαλάσσης, καὶ πρὸ τοῦ ἡλίου δια-
μένει τὸόνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης, γενεὰς
γενεῶν. ι Ἰδοὺ ἔδειξα σοι σαφῶς καὶ διὰ Δαδὶδ κειίι⁸
διὰ Σολομῶντος, ὃτι πρὸ πάσης τῆς κτίσεως ἐγεν-
νήθη 6 Υιὸς ἐκ τοῦ Πατρὸς, ὡς οἶδεν αὐτὸς μό-
νος.
Πάλιν ἐκεῖνό μοι εἴπατε ὑμεῖς, καὶ εὐθὺς φαίνεται
ἠ ἀλήθεια, τὸν ἠλειμμένογ ὃν ἐκδέχεσθε ὑμεῖς, τίνα
λέγετε αὺτόνς Θεὸν ἢ ἄνθρωπον ψιλὸν, ὡς τὸν Δαϐὶδ
καὶ τοὺς λοιποὺς ἁνθρώπουςς Ἔχει εἰπεῖν 6 ’1ου-
δαῖοςο ’Ἄνθρωπον αὑτὸν λέγομεν, καὶ οὐ Θεὸν, ἀλλ’
ὡςένα τῶν προφητῶν · οὐκ ἐστι γὰρ εἰ, μὴ εἷς καὶ
μόνος 6 Θεὸς, καὶ οὐχὶ δύο, καθάπερ οῖ Χριστιανοὶ
λέγετε. Καὶ ἐπεὶ οὕτως λέγετε, ὃτι ἄνθρωπός ἐστι
ψιλὸς 6 ἐρχόμενος Χριστὸς ὑμῶν, ἐνέγκωμεν ἄρτι
τὰς φωνὰς τῶν προφητῶν, καὶ ἐὰν Θεὸν ἐκήρυξαν
τὸν ἐρχόμενον δηλονότι, καὶ 6 ἐλθὼν καὶ παρ’ ἡμῶν
ιτῶν Χριστιανῶν προσκυνούμενος καὶ πιστευόμενος ,
αὐτός ἐστιν ἀληθῶς ὅντως 6 ἀληθὴς Χριστός· ὃν δέ
ἐκδέχεσθε ὑμεῖς οι Ἰουδαῖοι, πλάνος ἐστὶ καὶ Ἀντι-
χριστος. Εἰ δὲ πάλιν μὴ παραστήσωμεν τοὺς προ-
φήτας λέγοντας αὑτὸν Θεὸν, δηλονότι ἡμεῖς πλανώ·
μεθα. Ἰουδαῖοι δέ ἀληθεύουσιν. Εἴπατε περὶ τίνος 6
προφήτης λέγει· ι Εὐλογημένος 6 ἐρχόμενος ὲν
ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. ι
Προσέχετε μετὰ ἀκριϐείαςο πάντως Θεὸν καὶ Κύριον
λέγει εἰπών· ε θεὸς καὶ Κύριος καὶ ἐπέφανεν ἡμῖν. ι
Ehe οὖν ἐπέφανεν ⁴ἡμῖν, εῐτε ἐπιφανῆναι μέλλει,
οὐκ ἐστιν 6 Χριστὸς ὑμῶν τῶν Ίουδαὶων, ἀλλ’ ἠμέν
" Psal. Lxxi, l. ³³ ibid. 8, 9. “ Psal. cxvii, 26, 27.
⁸³ Psal. eix. 3.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.