PG 89, col. 1227

οτι ι '0 νόμος καὶ οἱ προφῆται ’έως Ἰωάννου τοῦ
ιίκπτιστοῦ, καὶ παύσονται · ι ἆρα οὑ γέγονε τοῦτο;
Τίς προφήτης παρ’ ὑμῖν μετὰ Ἰωάννην τὸν Βαπτι-
ari-pl; Ἐπίὸειξὸν μοι λοιπὸν ἀφ’ οὗ ὲσταύρωσας τὸν
Χριστὸν, ποῖος προφήτης παρ’ ὑμῖν εὑρέθης ποῖον
βασίλειον ἔχετε σήμερον; Ποῦ εἰσιν οί κριταὶ ὑμῶν;
ποῦ οἱ ἄρχοντες; πάντες ἐξέλιπον. Ποῦ ὁ ναὸς
ὑμῶνς ἰδοὺ κεῖται ἔρημος. Ποῦ εἰσὶν αἱ πλάκες ἃς
ἐλάϐετε; ἰδοὺ οὐκ εἰσί. Ποῦ αἱ θυσίαι ὑμῶν; ἰδοὺ
ἐξέλιπον. Ποῦ ή κιϐωτὸς τῆς διαθήκης ; ἰδοὺ οὐ φαί-
νεται. Ποῦ τὸ θυσιαστήριον ὃ ἐποίησε Μωσῆςς ποῦ
ἡ ῥάϐδος ἠ βλαστήσασα; ποῦ ή στάμνος καὶτὸ
μάννα ; ποῦ ὲπισκίασις ὲν τῷ ναῷ καὶ ὁ καθαρισμὸς
τοῦ ἁγιὰσματοςς ποῦ τὸ πῦρ τὸ κατερχόμενον ὲκ
τοῦ οῦρανοῦ; Ποῦ ἕνα προφήτην ἔχετε σήμερον;
οὐδένα ἀληθῶς ἔχετε, κατὰ τὴν φωνὴν τῶν τριῶν
παίδων τὴν ὑπὲρ ὑμῶν λέγουσαν, ὅτι ι Οὐκ ἔστιν ὲν
τῷ καιρῷ τούτῳ ἄρχων προφήτης καὶ ἡγούμενος, ι
καὶ τὰ ὲξῆς, ι ἐνώπιον τοῦ Θεοῦ, καὶ εὑρεῖν ἕλεος. θ
Ποῖον γὰρ τόπον, ἐξ ὧν ἔδωκεν ὑμῖν ὁ Θεὸς, ἔχετε
σήμερον; Ἀλλὰ πάντας ἐξ ὑμῶν ἐπῆρε, καὶ ἡμῖν
αὐτοὺς ἔδωκε· κᾶν τὸ Σινᾶ εἴπῃς ὅπου τὸν νόμον
ἐδέξω καὶ οὐ κατεδέξω, ἀλλ’ ὁ Χριστὸς ἐκεῖ δοξάζε-
ται σήμερον· κᾶν τὸν Ἰορδάνην ὅπου ἐπέρασεν ὁ
τότε λαὸς ὑμῶν εἴπῃς, ἀλλὰ Χριστοῦ ἐκεῖ βαπτι-
σθέντος , αὐτὸς παρ’ ήμῶν ἐκεῖ δοξάζεται· κᾶν τὴν
Ἰερουσαλὴμ καὶ τὴν Σιὼν εἴπῃς, ἀλλὰ Χριστοῦ ἐκεῖ
σταυρωθέντος, τὰ αὑτοῦ παθήματα ἐκεῖ προσκυ-
νοῦνται σήμερον· εἴτε τὸ δρος τῶν Ἐλαιῶν εῑπῃς,
ἀλλὰ Χριστοῦ ἐκεῖθεν ἀναληφθέντος, αὐτὸς ἐκεῖ δο-
ξάζεται · κᾶν τὴν Βηθλεὲμ πόλιν Δαϐὶδ εἴπης, ἀλλὰ
Χριστοῦ ἐκεῖθεν γεννηθέντος, ὡς ἐν οὐρανῷ κάκεῖ
δοξάζεται πάντοτε. Καὶ τί λέγω Βηθλεὲμ, καὶ Σιὼν,
καὶ Ἰορδάνην; Παρελῦε Δύσιν, ἐπισκόπησον ’Λνα-
τολὴν, ὲκζήτησον τὴν ὑπ’ οὐρανὸν, αὐτὲις τὰς Πρετ-
τανικὰς νήσους, αὐτὰ τὰ ἑσπέρια καὶ ἔσχατα τοῦ
κόσμου’ τὰ μὲν Ἰουδαίων καὶ Ἑλλήνων παλαιω-
θέντα καὶ ἁφανισθέντα, τὰ δὲ Χριστοῦ πάντα πι-
στευόμενα καὶ τιμώμενα καὶ βεϐαιούμενα.
Καὶ μὴ εἴπῃς, ὅτι σήμερον καταπονούμεθα οῑ
Χριστιανοὶ καὶ αἰχμαλωτιζόμεθα· τοῦτο γάρ ἐστι
τὸ μέγα, ὅτι καλ⁴ ὑπὸ τοσούτων διωκομένη καὶ πο-
λεμουμένη ὴ πίστις ήμῶν, ἵσταται καὶ οὐ παύεται,
οὐδὲ τὸ βασίλειον ήμῶν καταργεῖται, οὐδὲ αἱ ὲκ-
κλησίαι ήμῶν κλείονται· ἀλλὰ ἀναμέσον τῶν ἐθνῶν
τῶν κρατούντων καὶ διωκόντων ἡμᾶς, ἐκκλησίας
ἔχομεν, καὶ σταυροὺς πήσσομεν, καὶ ἐκκλησίας
οἰκοδομοῦμεν, Θυσίας ἐπιτελοῦμεν. Εἷπεν,δτι (Κη-
ρυχθήσεται τὸ Εὑαγγέλιον ὲν ὅλῳ τῷ κόσμῳ· ι ἆρα
γέγονεν, ἢ οῦ ; Εἷπε, πύλαι ᾅδου οὐ κατισχύσουσι
τῆς αὑτοῦ Ἐκκλησίας, ήγουν τῆς πίστεως ήμῶν·
ἆρα inimicam; οὐκ ἐγένοντο ’Έλληνες καὶ αἰρεσιάρ-
χαι πολλοὶ, καὶ τύραννοι ἰσχυροὶ, καὶ ἀσεῦεῖς βασι-
λεῖς πολεμήσαντες τὴν πίστιν ἡμῶν, καὶ οὑκ ἠδυνή-
υ ιοαη, χι ’43, ιθ Luc. sm, 16. δ’ Dan. ιιι, 5
,-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.