PG 89, col. 1229

καὶ ὅτιἔμελλον τὰ ἔθνη πιστεῦσαι καὶ ἀποστῆναι ὑμᾶς
τοὺς Ἰουδαίους διὰ τὴν ὑμῶν ἀπιστίαν. Ὁ προφήτης
Ὡσηὲ λέγει· « Καλέσω τὸν οὐ λαόν μου λαόν μου, »
ἤγουν τὰ πιστεύσαντα εἰς αὐτὸν ἔθνη. Καὶ ὁ Δαβὶδ,
δεικνὺς, ὅτι ὁ Θὸς διὰ τὰ ἔθνη σαρκοῦσθαι ἔμελλεν,
εἶπεν· « Ἐβμσίλευσευ ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· » διὰ τί
οὐκ εἶπεν, Ἐβασιλευσεν ἐπὶ τοὺς Ἰουδαίους; Ὁτι μὲν
βασιλεύς ἐστιν ὁ Θεὸς ἐπὶ πάντας , δῆλον ἦν· ἀλλʼ
οὐκ ἡν τοῖς ἔθνεσι πρὸ τοῦ πιστεῦσαι ἐν ἐπιγνώσει,
διὰ τὸ ὑπὸτῆς εἰδωλολατρείας κατέχεσθαι αὐτοὺς, καὶ
ὐπὸ τῶν δαιμόνων δεσποζομένους τυραννικῶς· διὰ
δὲ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ἠλευθέρωσεν
ἡμᾶς ἀπὸ τῶν εἰδώλων διὰ τοῦ ἰδίου αἶματος αὐτοῦ,
οὗ ἐξέχεεν ἐπὶ τοῦ σταυροῦ, καὶ ἐβασίλευσεν εἰς
ἡμᾶς, διότι ἐπιστεύσαμεν εἰς αὐτόν. Διὸ καὶ πάλιν
λέγει· « Πάντα ἔθνη ὅσα ἐποίησας , ἤξουσι καὶ
προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε »ς ὅσοι μὲν ἐν
τῷ νῦν αἰῶνι προσέλθωσιν αὐτῷ διὰ τοῦ ἀγίου βαπτί-
σματος· καθάπερ ὁ αὐτὸς προφήτης ἡμῖν παρήνεσε.
« Προσέλθατε πρὸς αὐτὸν, καὶ φωτίσθητε.
λέ ων·
καὶ τὰ πρόσωπα ὑμῶν· οὐ μὴ καταισχυνθῇ. » Καὶ
ἄλλος προφήτης λέγει· « Λούσασθε, καθαροὶ γίνεσθε,
ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν καρδιῶν ὑμῶν.»
Καὶ εἱ οὕτως αὐτῷ προσέλθωσι, μισθὸν λήψονται
τῆς πίστεως,τὸ χωρὶς λατρείαςνόμουδιὰ τῆς πίστεως
οωθῆναι· ὅσοι δὲ νῦν μὴ θελήσωσιν αὐτῷ προσελθεῖν,
ἐν τῷ μόλλοντι αἰῶνι, καὶ μὴ βουλόμενοι, αὐτὸν μετʼ
αἰσχύνης μεγάλης καὶ φόβου καὶ τρόμου πολλοῦ προσ-
κυνήσουσι· καθὼς ὁ προφήτης εἶπε· « Κύριε, ὑψηλός
σου ὁ βραχίων, καὶ οὐκ ἔδεισαν, » ἤγουν νῦν ἡπί-
στησαν· « γγνόντες δὲ αἰσχυνθήτωσαν· » τουτέστιν ἐν
πῷμέλλοντι ὅννῦν ἡπίστησαν Χοιστὸν, τότε γνώσον-
ται καὶ σἱσχυνθήσονται, καὶ τῷ ἀσβέστῳ πυρὶ παρʼ
αὐτοῦ παραπεμφθήσονται αἰωνίως κολαζόμενοιὅτι ἐκ
ιὼν ἔμελλε φανεροῦσθαι ὁ Χριστὸς, καὶ ὅτι ὕψιστὸς
ἐστι, καὶ αὐτὸετὴν Σιὼν ἐθεμελίωσεν. Εἶπενὁ Δαβὶδ,
« Μήτηρ Σιὼν, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεν-
νήθς ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ψι.
στος. »
Ὁτι δὲ θαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ, καὶ μαρτυ-
ρηθῆναι αὐτὸν ἄνωθεν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς,
εἶπε· ι σωνὴ Κυρίου ἐπὶ ὑδάτων· ὁ Θεὸς τῆς δόξης
ἐβρόντησε· Κύριος ἐπὶ ὑδάτων πολλῶν. » Ὁτι δὲ διὰ
τοῦ ἀγίου βαπτίσματος συνέτριψετὸν ὁιάβολον καὶ τὰς
δυνάμεις αὐτοῦ, λέγει· « Ἐκεῖσυνέτριψαςτὰς κεφαλὰς
τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· » τουτέστι τῶν δαι-
μόνων. Συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, του-
τέστι τοῦ διαβόλοω. Τὸ δὲ, ποιητὴς οὐρανοῦ, καὶ γῆς,.
καὶ θαλάσσης, αὐτός ἐστιν ὁ Χριστὸς, καὶ ἐν τῇ θα-
λάσσῃ περιπατῆσαι αὐτὸν ὡς ἐπὶ ἐδάφους, καὶ ὅτ,
λάσεις πολλὰς ποιῆσαι ἐν. τῷ λαῷ, καὶ ὅτι ὑπὲρ
τοῦ κόσμου ἔμελλε παθεῖν, ἡ βίβλος Ἰὼβ οὕτως
λέγει· « Ὁ τανύσας τὸν,οὐρανὸν μόυος, ὁ περιπα-
τήσας ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. » Καὶ ὁ προ-
φήτης λέγει· « Τότε ὁφσαλμοὶ τυφλῶν ἀνοιχθήσον-
τσι, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· τότε ὁ
ss Iεa. ατττ, ἄ, s Oaee nn. θ1; Ras. ν, 2V. e .I. τι. , 9.
s ieo. . t6. 7¹ Ialacn. I, 5.
« pP.pl μX» e, 3
⁶ fν ενκ, 25.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.