PG 89, col. 1364

τὸν Παῦλον μᾶλλον, ἢ ζῶον ⁸ ἡ γὰρ ζωὴ αὑτοῦ
Χριστὸς ἦν. Οὕτως ὀπίσω αὑτοῦ πορεύεσθαι καὶ ἀκο-
λουθεῖν αὐτῷ δεῖ, τοὺς θέλοντας ὑπάρχειν αὑτοῦ.
Δύο γὰρ ἀντικειμένων ὡς τὰ πολλά Οελημάτων ὗν·
των, τοῦ τε Θείου καὶ τοῦ ἀνθρωπίνου· καὶ ἀνευ
τούτων, ἢ ἐνὸς αὐτῶν μὴ ἐνδεχομένου ζῇν, δηλονότι
ὁ τῷ ἑνὶ προσηλωθεὶς, θατέρου ἀπε στάτησε ⁶ καὶ ξμ-
παλιν. Ὀ θέλων οὖν ὀπίσω τιιῦ Κυρίου πορεύεσθαι,
πᾶν ἀνθρώπινον θέλημα μισήσει· καὶ τὴν προτέραν
ἐν διῆγε ζωὴν ἀμείψας , οὕτως ἀκολουθείτω, τρό-
πον τινὰ καταλιπὼν ἑαυτὸν, καὶ πάσας τάς ψυχικὰς
Β μεταποιήσας δυνάμεις. Ὀ γάρ ἀληθῶς θέλων εὑρεῖν
τὴν ψυχὴν αὑτοῦ πλανωμένην περὶ τὰ τοῦ βίου μάο
ταια , καὶ τάς ὀνειρὼδεις αὑτοῦ φαντασίας , πρῶτον
ἀπολέσῃ αὐτὴν ἐξ ἧς ὑπῆρχεν ὲν αὐτῇ ζωῆς ο καὶ
εὑρήσει αὐτὴν τὴν καλὴν εὖρεσιν. Ἐφ’ ὅσον δ’ ἔχει
πρὸς τὴν ὓλην τοῦ κόσμου προσπάοειαν, οὐ δύναται
διαγνῶναι τὴν ὲν ἐστιν ἀπώλειαν. Οὐ ζητήσει
δηλονότι τὴν ἀπολλυμένην ψυχὴν ἀναγκαίως , οὐδὲ
εὑρήσει. Δύο γὰρ ὥσπερ εἰσὶν ζωαὶ, καὶδύο θά-
νατοι’ κατά τε Θεὸν, καὶ κατά κόσμον · ὼς τοῦτο
σαφῶς ἔτη Παῦλος, τὸ ἁμαρτίᾳ καί δικαιοσύνῃ
ζῇν· οὓτως εἰσὶ δύο ψυχῆς ἀπώλειαν μία μὲν,
ψεκτὴ ’ θατέρα δὲ, ἐπαινουμένη. Καὶ ὥσπερ ὁ ζῶν
τῇ ἁμαρτίᾳ⁸ τῇ δικαιοσύνῃ νενέκρωται, καὶ ἔμπαλιν
ὁ ζῶν τῇ δικαιοσύνῃ τῇ ἁμαρτία νεκρός ἐστιν· οὖ-
tes C τως ὁ ἀκολουθῶν τοῖς τῆς σαρκὸς θελήμασιν, ὀπίσω
σαρκὸς πορεύεται , καὶ ἐν ἀπωλείᾳ ἐστὶ τῆς ὀπίσω
Κυρίου πορεύσεως. Ὀ δὲ τὴν σάρκα μισήσας, ζωὴν,
ῆτουν ἀπώλειαν , καὶ δυνάμει λέγων · Ὀπίσω τοῦ
Θεοῦ μου πορεύσομαι ' ἧμειψεν τὴν ἀπώλειαν ἀντὶ
τῆς ψεκτῆς , ἐπαινετὸν κτησάμενος. Τὸ γὰρ ἀπολέ-
σοαι κόσμῳ, Θεῷ ἐστιν εὑρεθῆναι· καὶ τὸ εὑρεθῆναι
κόσμῳ, ἀπολέσθαι Θεῷ ἐστι. Καὶ οἷόν ἐστιν ἀφροσύ-
νης βουλὴ , τὸ εὑρεῖν ὂλον τὸν κόσμον, ἢ κερδᾶναί
τινα, καὶ ἔχειν αὑτὸν ἴδιον κτῆμα, τὴν δὲ ψυχὴν
αὑτοῦ ζημιωθῆναι καὶ ἀπολέσαι; ΤΞ γάρ ἐστι ψυχῆς
ἀντάλλαγμα; ἢ τί δώσει τις ὑπὲρ αὐτῆς λύτρον;
οὐδέν ἐστιν αὐτῆς τῶν ὑλικῶν ἰσότιμον. Μόνη δύο
ναται ἑαυτῇ ἀντιόοοῆναι, καὶ οὐδὲν οὐδαμῶς ἓτερον.
Μέλλει γὰρ ό Υἱὸς, λαμϐάνων τὴν ἐξουσίαν τῆς κρί-
σεως παρά τοῦ Πατρὸς, ἔρχεσθαι, ἑκάστῳ κατὰ
τὰ ἔργα αὐτοῦ ἀποδοῦναι · ὅτε μηδὲν τῶν περὶ
ἡμᾶς ὠφελῆσαι ἡμᾶς δύναται· γυμνοὶ δὲ πάντες
καὶ ἔρημοι τῶν ἀλλοτρίων (ἀλλότρια δὲ τὰ περὶ ἡμᾶς
πάντα) παριστάμεθα τῷ τῆς κρίσεως βήματι· καὶ
βίϐλοι ἀνοίγονται πρὸς ἔλεγχον ἡμῶν, δηλοῦσαι,
διὰ τῶν τῇ συνειδήσει τετυπωμὲνων, τίνι μᾶλλον
ἕκαστος ἠκολούθησε, σαρκὶ ἢ πνεύματι, Χριστῷ
ῆ κόσμῳο ποίαν ᾑρήσατο ψυχῆς ἀπώλειαν, τὴν ἀπὸ
Θεοῦ ἧ τὴν ἀπὸ κόσμου. Καὶ ταύτης τῆς φοϐερᾶς
καὶ ἀκριϐεστάτης γινομένης ζητήσεως, ὀ τὴν ἐξ·
ουσίαν λαϐὼν τὴν κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώο
που ἐστὶν, ἀποδίδωσιν ἑκάστῳ ἀξίαν διανομήν.
" ll Cor. ις l0.
“ Dan. vn, l0.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.