PG 89, col. 333

οὕτως· « Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, » καὶ τὰ
ἐξῆς. Ἰνα μὴ ἀναξίως Πατέρα τὸν Θεὸν ἐαυτοῦ
καλοῦντος, ὀνειδισθεὶς ὑπʼ αὐτοῦ, ὡς ὁ πρωτότοκος
υἰὸς Ἰσραήλ ποτε ἤκουσεν. oτιTἱος δοξάζει Πα-
τέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται.»
Καῖ· « Εἰ Πατήρ εἰμι ἐγὼ, ποὅ ἐστιν ἡ δόξα μου ;»
Δόξα γὰρ πατέρων, ὀσιότης παίδων· καὶ τιμὴ δεσπό-
του ⁵, οἰκετῶν φόβος. »
οῦ Nύσσης, ἐκ τοῦ εἰς τὐ, « Πάτερ ἡμῶν.»
Τῆς γὰρ πονηρᾶς πρεαιρέσεως ὁ ἀγαθὸς πατὴρ
γενέσθαι φύσιν οὐκ ἔχει· οὕτε τοῦ κατὰ τὸν βίον
βεβηλωθέντος, ὁ ἅγιος· οὕτε τοῦ περιτρεπομένου ὁ
ἄτρεπτος ε· οὕτε τοῦ νεκρωθέντος ἐξ ἀμαρτίας ἡ
ὄντως ζωὴ· οὕτε τοῦ ἐν τοῖς πάθεσι τῆς ἀτιμίας
ἀσχημονοῦντος, ὁ καθαρὸς καὶ ἀκήρατος· σὗτε τοῦ
πλεονέκτου ὁ εὐεργέτης· οὐδὲ ὅλως τῶν ἔν τινι κακῷ
εὐρισκομένων, ὁ ἐν παντὶ ἀγαθῷ θεωρούμενος. Eἰ
γάρ τις πρὸς ἐαυτὸν βλέπων ἔτι καθαρσίου δεόμε-
νον, καὶ τὴν μοχθηρὰν αὐτοῦ συνείδησιν ἐπιγινώ-
σκων πλήρη κηλίδος, καὶ πονηρῶν ἐγκλημάτων ,
πρὶν καθαρθῆναι τῶν τοιούτων καὶ τοσούτων
κακῶν, πρὸς τὴν τοῦ Θεοῦ συγγένειαν ἐαυτὸν εἰσ-
ποιεῖ, καὶ λέγει· Πάτερ, τῷ δικαίῳ ὁ ἄδικος· τῷ
καθαρῷ ὁ ἀκάθαρτος, ὕβρις ἄντικρυς ἄν εἴη καὶ
λοιδορίας⁵ τὰ ῥήματα· εἴπερ τῆς ἰδίας μοχθηρίας
πατέρα τὸν Θεὸνόνομάζει· ἡ γὰρ τοῦ παερός φωνὴ
τὴν αἰτίαν τοῦ ἐξ αὐτοῦ ὑποστάντος σημαίνει [δια-
σημαίνει].
Οὐκοῦν ὁ μοχθηρὸς τὴν συνείδησιν, εἰ Πατέρα s τὸν
Θαὸν εἶναι λέγει, οὐδὲν ἔτερον, ἢ τῶν ἰδίων κακῶν
ἀρχηγόν τε καὶ αἴτιον αὐτὸν εἶναι κατηγορήσει.
Ἀλλʼ οὐδὲ μία κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ
Ἀπόστολος· ἀλλὰ φωτὶ πρὸς φῶς οἰκειοῦται, καὶ
τῷ δικαίῳ τὸ δίκαιον ὶ, τῷ ἀφθάρτῳ τὸ ἄφθαρτον,τὰ
δὲ ἐναντία πρὸς τὰ ὁμογενῆ πάντως τὴν συγγένειαν
ἔχει· οὐδὲ γὰρ δύναται δένδρον καλὸν καρποὺς πονη-
ροὺς ποεῖν.
Εἰ τοίνυν βαρυκάρδιός τις ὡν, καθά φησιν ἡ ρα-
φὴ, καὶ τὸ ψεῦδος ζητῶν, κατατολμῶν τῶν τῆς
εὐχῆς ῥημάτων, γινωσκέτω, ὅτι οὐ τὸν οὐράνιον,
ἀλλὰ τὸν καταχθόνιον ὁ τοιοῦτος πατέρα καλεῖ, ὡς
αὐτός τε ἀεὶ ψεύστης ἐστὶ καὶ τοῦ ἐν ἑκάστῳ συν-
ισταμένου ψεύδους πατὴργίνεται ἐκεῖ s ἀμαρτία, καὶ
ἀμαρτίας πατήρ. Διὰ τοῦτο οἱ ἐμπαθεῖς τὴν τύχην
νῆςἐ τέκνα προσαγορεύονται. Καὶ ὁ τῆς ζωῆς ἀπο-
στὰς, ἀπωλείας υἰὸς ὀνομάζεται.
⁶ Joan vmn, 44. Εphes. n, 3. aoan. αV, 12.
vAuæ LECTONES.
των, s καὶ λοιδορία. ⁵ ἐαυτοῦ. ⁴ καὶ τῷ καὶῷ τὸ κάλλιον. s ἐκεῖνος. ⁵ ὀργῆς.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.