PG 90, col. 924

κινοῦντας, ἵνα δι’ αὐτῶν πειραζόμενοι , αὐτοὺς μι-
σήσωσι, καὶ τὴν ἐντολὴν τῆς ἀγάπης παραδῶσι · πά-
λιν τὸν τρόπον τῆς νίκης ἔργοις ἡμῖν ὑποδεικνύων,
ἔλεγεν ⁶ Λοιδορούμενοι, εὐλογοῦμεν διωκόμενοι,
ἁνεχόμεθα” βλασφημούμενοι, παρακαλοῦμεν·
ὠσπερεὶ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, :tu'r-
tarr περίψημα ἕως ἄρτι, Οἱ μὲν γὰρ δαίμονες, διὰ
Ιτοῦτο λοιδορεῖν καὶ βλασφημεῖν καὶ διώκειν 07:51.),-
λον, ἵνα εἰς μῖσος τοῦ λοιδοροῦντος καὶ βλασςςημοῦν-
τος καὶ διώκοντος αὑτὸν κινήσωσι· τὸν σκοπὸν εἰς
τὴν παράϐασιν τῆς ιντολῆς τῆς ἀγάπης ἔχοντες. '0
δὲ Ἀπὸστολος μὴ ἀγνοῶν τὰ νοήματα αὐτῶν, τοὺς
λοιδοροῦντας ηὐλόγει, καὶ τῶν διωκόντων ἠνείχετο,
καὶτοὺς βλασφημοῦντας, παρεκάλει, τῶν μὲν ταῦτα
ἐνεργούντων ἀποστῆναι δαιμόνων, τῷ δὲ ἀγαθῴ οἰ-
κειωΟῆναι Θεῷ· τοὺς δὲ ταῦτα ἐνεργοῦντας δαίμονας,
τούτῳ τῷ τρόπῳ τῆς πάλης ἠμύνετο, ὲν τῷ ἀγαθῷ
ἀεὶ νικῶν τὸ κακὸν, κατὰ τὴν μίμησιν τοῦ Σωτῆρος,
καὶ οὕτως ὅλον τὸν κόσμον τῶν δαιμόνων ἀποστήσαν-
τες τῷ Θεῷ ᾠκείωσαν, αὐτός τε καὶ οἱ λοιποὶ ἀπό-
στολοι, διὰ ἥττης νικήσαντες τοὺς νικᾷν ἐλπίσαντας
fui. καὶ κρατήσαντες, τοὺς κρατεῖν ὲλπ. Fr. νικὴ-
σαντες, τοὺς κρατεῖν ἐθέλοντας]. Ἐὰν οὖν καὶσὺ,
’Λδελςρὲ, τοῦτον κρατήσῃς τὸν σκοπὸν, δύνασαι καὶ
σὺ τοὺς μισοῦντας ἀγαπᾷν· εἰδὲ μή γε, ἄλλως ἁμή-
χανον.
ις’. Καὶό ἀδελφὸς εἶπεν· Ἐπ’ ἀληθείας, Πάτερ, οῦ-
τως ἐστὶ καὶ οὐκ ἄλλως ⁸ καὶ διὰ τοῦτο ὁ Κύριος βλασ-
φημούμενος καὶ κολαφιζόμενος, καὶ τὰ ἄλλα πάσχων,
ἅπερ ἔπαθεν ὑπὸ τῶν Ἰουδαίων, ἠνείχετο, ἐκείνοις
μὲν συμπάσχων ὡς ἀγνοοῦσι καὶ πεπλανημένοις -
διὸ καὶ ἔλεγεν ἐπὶ τοῦ σταυροῦ Πάτερ, (ipsi; αὐτοῖς,
ὅτι οὐκ [αι. οὐ γὰρ] οἴδασι τι ποιοῦσι · τοῦ δὲ δια-
ϐόλου καὶ τῶν ἀρχόντων αὐτοῦ Θριαμϐεύων τὴν παν-
ουργίαν καὶ τὴν ἀπάτην ἐπὶ τοῦ σταυροῦ · ὑπὲρ τῆς
ἐντολῆς τῆς ἀγάπης, καθὼς εἶπας, μέχρι θανάτου
πρὸς αὐτοὺς ἀγωνισάμενος, καὶ τὴν κατ’ αὐτῶν νίκην
ἡμῖν χαρισάμενος’ καὶ τοῦ θανάτου καταλύσας τὸ
κράτος, τὴν ἀνάστασιν αὑτοῦ εἰς ζωὴν παντὶ τῷ κόο
σμῳ ἐδωρήσατο. Ἀλλ’ εὔχου ὑπὲρ ἐμοῦ, Πάτερ, ἵνα
τελεῖως ἐξισχὺσω γνῶναι τὸν σκοπὸν τοῦ Κυρίου,
καὶ τῶν ἀποστόλων αὐτοῦ· καὶ δυνηυὼ νήφειν ἐν
τοῖς καιροῖς τῶν πειρασμῶν, καὶ μὴ ἀγνοεῖν τὰ νοή-
ματα τοῦ διαϐόλου καὶ τῶν δαιμόνων αὑτοῦ.
ιζ’. Καὶ ὁ γέρων ἀποκριθεὶς, εἶπεν· Ἐὰν τῶν προς
ειρημένων ἔχεις ἀεὶ τὴν μελέτην, δύνασαι μὴ ἀγνοεῖν.
Ἀλλᾶ καὶ ἐὰν συνιῇς, ὅτι ὥσπερ σὺ πειράζῃ, οὓτως
καὶ ὀ ἀδελφός σου πειράζεται· καὶ τῷ μὲν πειραζο-
μένῳ συγγινώσκεις, τῷ δὲ πειράζοντι θέλοντί σε εις
μῖσος ἀγαγεῖν τοῦ πειραζομένου ἀντιστῇς, μὴ ὐπ-
ακούων αὑτοῦ τῷ μηχανήματι. Καὶ τοῦτό ἐστιν ὅ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.