PG 91, col. 662

Ἦγείσθω δὲ Θεὸς τῶν λεγομένων τε καὶ νοου-
μένων, ’ὁ μόνοςινοῦς τῶν νοούντων καὶ νοουμένων,
καὶ λόγος τῶν λεγόντων καὶ¹ λεγομένων ’ καὶ ζωὴ
τῶν ζώντων καὶ ξωουμέκίων, καὶ πᾶσι πάντα καὶ
ὢν καὶ γινόμενος, δι’ αὐτὰ τὰ ὄντα καὶ γινόμενα·
δι’ ἑαυτὸν δὲ οὐδὲν κατ’ οὐδένα τρόπον οὺδιίμῶς οὒτε
ὢν οὔτε γινόμενος, τῶν ἆ τι τῶν ὄντων ἐστὶ καὶ
γινομένων, οἷα μηδενὶ τὸ παράπαν τῶν ὄντων φυσιο
κῶς συντασσόμενος· καὶ διὰ τοῦτο, τὸ μὴ εἶναι
μᾶλλον, διὰ τὸ ὑπερεῖναι, ὡς οἰκειότερον ἐπ’ αὐτοῦ
λεγόμενον προσιέμενος. Δεῖ γὰρ, είπερ ὡς ἀληθῶς
τδ γνῶναι διαφορὰν Θεοῦ καὶ κτισμάτων ἐστὶν
ἀναγκαῖον ἡμῖν. Οέσιν εἶναι τοῦ ὖπερόντος τὴν τῶν
όντων ἀφαίρεσιν· καὶ τὴν τῶν ὄντων θέσιν, εἶναι
τοῦ ὑπερόντος ἀφαίρεσιν ο καὶ ἄμφω περὶ τὸν αὐτὸν
κυρίως ⁷ θεωρεῖσθαι τὰς προσηγορίας, καὶ μηδεμίαν
κυρίως δύνασθαι· τὸ εἷναί ⁸ φημι, καὶ μὴ εἶναι.
Ἀμφω μὲν κυρίως, ὡς τῆς μὲν τοῦ εἶναι τοῦ Θεοῦ
κατ’ αίτίαν τῶν ὄντων θετικῆς· τῆς δὲ καθ’ ὑπερ-
οχὴν αἰτίας τοῦ εἶναι πάσης τῶν ὄντων ἀφαιρετικῆς·
καὶ μηδὲ μίαν κυρίως πάλιν, ὼς οὐδεμῖᾶς τὴν κατ’
οὐσίαν αὐτὴν καὶ φύσιν τοῦ τί εἶναι τοῦ ζητουμένου
Θέσιν παριστὼσης. ᾯ γὰρ μηδὲν τὸ σύνολον φυσικῶς
κατ’ αἰτίαν συνέζευκται, ἢ ὃν ἢ μὴ ὃν· τούτῳ οὐδὲν
τῶν ὅντων καὶ λεγομένων, οὐδὲ τῶν μὴ ὄντων καὶ
μὴ λεγομένων, εἰκότως ἐστὶν ἐγγύς. Ἀπλῆν γὰρ
καὶ ἄγνωστον καὶ¹ ’πᾶσιν ἄϐατον ἔχει τὴν ὓπαρξιν,
xal. παντελῶς ἀνερμήνευτον, καὶ πάσης καταφάσεώς
τε καὶ ἀποφάσεως οὖσαν ἐπέκεινα. Καὶ ταῦτα μὲν
περὶ τούτων· ἐπὶ δὲ τὴν προκειμένην τοῦ λόγου
ὑπόθεσιν ἔλθωμεν.
κΕοΑΑΑιυΝ Ᾰτὶ
’Πῶς τε καὶ fole fedatqinflxdir ἐστι καὶ εὐπος
Θεοῦ ἡ ἁγία Ἐκκλησία.
Τὴν τοίνυν ἁγίαν Ἐκκλησίαν κατὰ πρώτην οεωο
ρίας ἐπιϐολὴν, τύπον ¹καὶ είκόνα Θεοῦ φέρειν, ἔλε-
γενὸ μακάριος γέρων ἐκεῖνος ο ὡς τὴν αὐτὴν αὐτῷ
κατὰ μίμησιν καὶ τύπον ἐνέργειαν ἔχουσαν. Ὠσπερ
γὰρ ὁ Θεὸς πάντα τῇ ἀπείρῳ δυνάμει ποιήσας καὶ
είς τὸ εἷναι παραγαγὼν, συνέχει καὶ συνάγει καὶ
περιγράφει, καί ἀλλήλοις καὶ⁸ ἑαυτῴ προνοητικῶς
ὲνδιασφίγγει· τά τε νοητὰ καὶ τὰ αἰσθητά· κἀὶ
περὶ ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος πάντα
περικρατῶν, τὰ κατὰ τὴν φύσιν ἀλλήλων διεστη-
κότα, κατὰ μίαν ’τὴν πρὸς αὐτὸν ὡς ἀρχὴν σχέσεως
δύναμιν ἀλληλοις αυννενευκότα ποιεῖ· καθ’ἥν ὲίς
νλιιιίιῑ LEGTI()NI‘.S.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.