PG 91, col. 737

καθήμενον τῶν παθῶν, καὶ οἱονεὶ πλοίῳ τῆς σαρκὸς
ἐπιϐάντα ⁸ κα)⁸ ἐμπείρως τοὺς λογισμοὺς ὥσπερ οίαο
κας περιστρέφοντα, καταπατεῖν γενναίως τὰ κύ·
ματα · ὑψηλότερον δὲ διαμένοντα καὶ δυσπρόσιτον
ὄντα τοῖς πάθεσιν, μηδαμοῦ τῆς ἀπ’ αὐτῶν) πικρίας,
ὥσπερ ἀλμης τινὸς, ἀναπίμπλασθαι.
Θεολόγου. - Σύνοικον αἱροῦ μηδ’ ἀδελφὸν ρᾳ-
δὶως.
Ὕπέκκαυμα γὰρ τῆς νόσου τί δεῖβλέπειν;
Κρεῖσσον κατηφὲς ἦθος, ἢ τεθρυμμένον.
Μόρον δοκεῖον σαπρὸν οὐ πιστεύεται.
Οὔτε φλὸξ μένει τῆς ῦλης δαπανηθείσης , ἀλλά τῷ
ἀνάπτοντι συναπέρχεται ’ἡ οὔτε ιλογισμὸς ὲμπαθῆς
ὑφίσταται μαραινομένου τοῦ ὑπεκκαύματος.
Ὀφοαλμδς πορνεύων οὐ φυλάσσει τὴν παρθενίαν.
Γλῶσσα πορνεύουσα τῷ πονηρῷ μίγνυται. Πόδες
ἄτακτα βαίνοντες ἐκκαλοῦνται νόσον ἢ κίνδυνον τῷ
νῷ. Παρθενευέτω καὶ ἡ διάνοια· μὴ ρεμὸέσθω καὶ
πλανάσθιυ. Μὴ τύπους ὲν ἑαυτῇ φερέτω πονηρῶν
πραγμάτων. Καὶ ό τύπος, μέρος πορνείας ἐστί. Μὴ
εἰδωλοποιείτω τῇ ’ψυχῇ τά μισούμενα.
Χρυσοστ. —— Χλεύη, τὰ μὲν τῆς παιδοποιίας δρ-
γανα τηρεῖν παρθένα, τὴν δὲ γλῶσσαν μὴ τηρεῖν · ἦ
τὴν γλῶσσαν μὲν τηρεῖν, τὴν δὲ ὅρασιν ἢ τὴν ἀκοὴν
ἢ τάς χεῖρας μὴ τηρεῖν ο ἢ ταῦτα μὲν ἔχειν καὶ τη-
ρεῖν παρθένα, τὴν δὲ καρδίαν μὴ τηρεῖν, ἀλλ’ ἑταιο
ρίζεῠσθαι τύφῳ καὶ θυμῷ.
Μὴ καταμαλάττωμεν ἡμῶν τὴν ἰσχὺν, μηδὲ ἐκ·
κόπτωμεν τὰ νεῦρα ταῖς ὁμιλίαις ταύταις. Καὶ γὰρ
ἄφατος καὶ πολλὴ ταῖς ψυχαῖς ἡμῶν ἐντεῦθεν εἰσρεῖ
κακία. Τί γάρ, εί καὶ μὴ αίσθανώμεθα, τῇ φιλίᾳ
, μεθύοντες ; Τοῦτο γὰρ αὐτὸ πάντων ἐστὶ δεινότατον,
ὅτι οὐδὲ ῐσμεν ὅπως ὲκνευριζόμξθα, καὶ κηροῦ παν-
τὸς γινόμεθα μαλακώτεροι. Καθάπερ γάρ τις λέοντα
γαῦρον καὶ’βλοσυρὸν λαϐὼν, εἶτα ἀποκείρας μὲν
τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας, καὶ περιελὼν
τοὺς ὄνυχας, αἰσχρὸν ποιεί καὶ καταγέλαστον, καὶ
παιδίοις εὐκαταγώνιστον, τὸν φοϐερὸν καὶ ἀφόρητον,
καὶ ἀπὸ μόνου τοῦ βρυχήματος τὰ πάντα σείοντα’
οῦτω δὴ καὶ αὗται, πάντας ὅσους ἐὰν λάϐωσιν, εύ-
χειρὼτους τῷ διαϐόλῳ ποιοῦσι ο μαλακωτέρους, Θερ-
μοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρα-
σεῖς, ἀκαίρους, ἀγεννεῖς, ἀπηνεῖς, δουλοπρεπεῖς,
ἀνελευθέρους, ἰταμοὺς, φλυάρους· καί ἁπλῶς πάντα
τὰ γυναικεῖα πάθη τὰ διεφθαρμένα φέρουσαι, εἰς
τὴν τούτων ἐναπομάττονται ψυχήν. "A μήχανον γὰρ
-τδν γυναικὶ συνοικοῦντα μετά συμπαθείας τοσαύτης,
καὶ ταῖς ἐκείνων ἐνστρεφόμενον ὁμιλίαις, μὴ ἀγύρ-
την τινὰ εἶναι, καὶ ἀγοραῖον καὶ συβφετὼδη. Κᾶν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.