PG 93, col. 1181

ἀνδρεία, σωφροσύνη, καὶ δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς
πᾶν εἶδος ἀρετῆς. ὧν οὐκ οὐσῶν ἐν ἡμῖν ἀσυγχὺτως
(ἧγουν ἐν κόσμῳ τῷ δέοντι) διὰ τὸ τὴν ἰδίαν οὐκ ἔχειν
ἰσχὺν, ἀνάγκη ταράττεσθαι τὴν ψυχὴν ἀτακτούντων
ὲν αὐτῇ τῶν παθῶν.
ι Ἀπόστητε ἀπ’ ἐμοῦ πάντες. ι
Ὁρᾷς ὡς ὅταν ἁποστῶμεν τῶν ἐργατῶν τῆς ἀνο-
μίας (εττε ἀνθρώπων, distorto-pth), τότε ὁ Θεὸς τὰς
ἡμετέρας δεήσεις ἑτοίμως καὶ τὴν προσευχὴν δέχε-
ται .
ΨΑΛΜΟΣ Ζ’.
ι Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου. ι
’Υψωθῆναι τδν Χριστὸν ἐπὶ τοῦ σταυροῦ παρακα-
λεῖ, συντελείας καὶ ἀφανισμοῦ τῶν δαιμόνων ἕνεκα.
Ὅταν γὰρ ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
Πέρας δὲ ταῦτα καὶ κατάλυσις τῆς τῶν νοητῶν ἐχθρῶν
δυναστείας ἐγένετο.
ΨΑΛΜΟΣ ιιι.
α Κύριε, Κύριος ἡμῶν.»
Τὸ, Κύριε , ὁ Κύριος ἡμῶν , ἠ Ἐκκλησία λέγει.
Μετὰ γὰρ τὴν εἰς Χριστὸν ἐπίγνωσιν, τῆς τῶν είδώ-
λων ἀποστᾶσα δουλείας. Κύριον αὐτῆς καλεῖν τὸν
ἀληθῶς Θεὸν καὶ Κύριον ἤρξατο.
’Ᾱεὶ μὲν γὰρ ἡ γῆ πᾶσα τῶν θαυμάτων ἀληθῶς
τῆς τοῦ Θεοῦ δημιουργίας πεπλήρωται , ἔτι δὲ μᾶλ-
λον, ἀφ’ οὗπερ αὐτοῦ τὸ ὄνομα, δηλαδὴ τὸ τοῦ Χρι-
στοῦ, παρὰ πᾶσιν Ἐλλησίτε καὶ βαρϐάροις, διὰ τῆς
είς αὐτὸν ἐθαυμαστώθη πίστεως.
ι Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὑτοῦ. ι
Πετεινὰ τοῦ οὐρανοῦ τοὺς περὶ τὴν θεολογίαν ⁴ἠσχο-
λημένους καλεῖ, τοὺς ἐρευνῶντας τὰ ὑψηλὰ καὶ μετ-
ὶάρσια δόγματα · ίχθύας δὲ τῆς θαλάσσης, τοὺς ἐν τοῖς
πράγμασι τοῦ βίου τούτου νηχομένους, καθάπερ ἐν
κύμασι. Σωτηρία δὲ καὶ τούτοις ἀπόκειται, ὅταν
πορευθῶσι τρίϐους οὐκέτι θαλάσσης, ἀλλὰ Θαλασσῶν,
διὰ βαπτίσματος καὶ μετανοίας ὁδεύοντες.
Ἦν μὲν γᾶιρ αὐτῷ καὶ τὰ αἰσθητὰ διὰ τὸν τῆς δη-
μιουργίας ὑποτεταγμένα νόμον, κτήνη, καὶ βόες. καὶ
πρόὸατα. Πρόὸατα δὲ πάλιν νοητὰ, ὑποτεταγμένα τῷ
Χριστῷ τοὺς ἐν ἀκακία πολιτευομένους ἀνθρώπους
εὑρίσκομεν· βόας τοὺς τῶν ἐντολῶν ἐργάτας, περὶ
ὧν Μωσῆς ὁ νομοθέτης, ἔλεγεν ι Ob φιμώσεις βοῦν
ἁλυῶντα.¹¹Οθεν οὐχ ἁπλῶς βόας, ἀλλὰ καὶ πάσας ὁ
Υλλμῳδδς ἐξέθετο. Πᾶσιν γὰρ ὁ Θεὸς τὴν ἀρετὴν καὶ
τὴν τυχοῦσαν ἐργαζομένοις εὑρίσκεται. Κτήνη δὲ
καλεῖ τοὺς ἁμαρτωλοὺς , ἐπειδὴ κάτω τὰς ὄψεις εἰς
γῆν νευούσας κέκτηνται. Ἀλλὰ καὶταῦτα μετανοοῦν-
τα, καὶ ὑποταγέντα σώσεται, ὅταν τῷ Χριστῷ ἅνα-
6άτῃ διὰ τῆς εὐαγγελικῆς πολιτείας ὑποδέξηται. Ἀν-
θρώπους γὰρ, φησὶ, καὶ κτήνη σώσεις, Κύριε.
'Joan. ιιι, 52. ¹ Deut. ur, 4, l Cor. Ix, 9. ¹

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.