PG 93, col. 1189

λέμησαν. Τούτους πολεμηθῆναι, τουτέστι καταργη-
θηναι, βούλεται.
ι Ἐλθέτω αὐτῷ παγὶς ἢν οὺ γινώσκει. ι
Εἰς Ἰούδαν τὸν προδότην τοῦτο, ἀλλὰ μὴν καὶ είς
τὸν λαὸν τῶν Ἰουδαίων, ἔτι δὲ καὶ είς αὐτὸν τὸν διά-
σολον εἴρηται. ’0 μὲν γὰρ Ἰούδας εἰς τὴν παγίδα τῆς
ἀγχόνης ἐνέπεσεν · ὁ δὲ λαὸς τῶν Ἰουδαίων, παγι-
δεύειν νομίσας, παγιδεύεται, καὶ ὑπὸ τὴν αὑτοῦ συν-
ελήφθη θήραν. Ὡσαύτως ὁ διάϐολος, τὴν παγίδα τοῦ
σταυροῦ μελετήσας, διὰ τοῦ σταυροῦ τῆς ἑαυτοῦ βα.
σιλείας ἐξέπεσεν.
ε ’Λνταπεδίδοτάν μοι πονηρά. ι
Ἐαυτῷ γὰρ τὴν τῶν Ἰουδαίων ἀκαρπίαν, ὡς οικο-
_ δεσπότης καὶ γεωργὸς, ἐλογίζετο.
ι Ὠς πλησίον, καὶ ὡς ἀδελφόν. ι
Τὴν προς τον Ἰούδαν λέγει συμπάθειαν, ὅπως αύ-
τῷ καὶ τὺ γλωσσόκομον βαστάζειν, καὶ μόνον συμϐά-
πτειν είς τρυϐλίον ἐπέτρεψεν, ὡς ἀδελφὸν καὶ πλη-
σίον. ’Δδελφὸς εὐαρεστῶν, τουτέστιν ἀρέσκων αὐτῷ,
καὶ καλῶς ἐν ἆπασι χρώμενος.
ι Ἐπείρασάν με, ὲξεμυκτήρισάν με μυκτηρι-
σμῷ. ι
Ἰσως μὲν καὶ τοὺς ὀδόντας ἐξ ὠμότητος ἔϐρυχον,
μονονουχὶ μάσασθαι τὸν Ἰησοῦν βουλόμενοι. Πλὴν
βρυγμὸς ὀδόντων καὶ ἡ κακία ὲν λύγοις λέγεται.
Τὺν Πατέρα οὖν ἐϐούλετο μάρτυρα κατὰ τῶν είς αὑ-
- τὸν βλασφημούντων ἐσόμενον.”06εν ὲπιφέρεν Κύριε, c
πότε ἐπόψῃ ;
ΨΛΛΜΟΣ AE'.
σ Φησὶν ό παράνομος τοῦ ἁμαρτάνειν. ι
Ούχ ἁπλῶς παράνομον, ἀλλὰ τὸν ὑποκριτὴν καὶ
δόλιον ό ψαλμὸς ὑποτίθεται, τὸν πολὺν ὲν τῇ ψυχῇ
βόρϐορον παρανομίας ἔχοντα, καὶ διὰ τοῦτο λέγοντα
ἐν ἑαυτῷ τοῦ ἁμαρτάνειν ἀποτιθέμενον. Διὰ τί δὲ,
ἐν ἐαυτῷ, λέγεις Ἐπειδὴ ταῦτα λογίζεται ειπερ
φανερῶς εἰπεῖν ἢ φοϐεῖται ἢ αἰσχύνεται.
ι Μεθυσοήσονται ἀπὸ πιότητος οἴκου. τ
οἶκος τοῦ θεοῦ, τὸ σῶμα αὐτοῦ, πιότης τὸ ἐκχυ-
θὲν ἀπὸ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ, ἐξ οὗπερ οἱ πι-
στοὶ πάντες μέθην σωτήριον ἐμεθύσθημεν. Χείμαῤ-
(Sac γὰρ τρυφῆς· τὰ τοῦ Χριστοῦ πάθη. Χείμαρῤος
μὲν, ἐπειδὴ ὲν ἀκμῇ τοῦ χειμῶνος τῆς ἡμετέρας
ἁμαρτίας ἐπράττετο, ὅτε πᾶσα μὲν ἁρετὴ , ἀγάπη
δὲ μάλιστα ἡ πρὸς Θεὸν ψυγήσααα ἐνενέκρωτο.Ὣστε
τὸν προφήτην Ζαχαρίαν περὶ τῆς ἡμέρας τοῦ σταυ-
ροῦ λέγειν· Ἑν τῇ ἡμέρῃ ἐκείνῃ οὐκ ἔσται φῶς·
ψύχος καὶ παγετός ἔσται · ἡμέρα μεγάλη ἐστί.
Τρυφῆς δὲ εἰκότως ἐλέγετο. Σφόδρα γὰρ ὁ Χριστὸς
ζνετρύφα τοῖς ὑπὲρ ἡμῶν πάθεσιν, τοῦ τε διαὸίλου
καταπαίζων, καὶ ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας
ἡδόμενος. Τοῦτον ἡμᾶς τὸν χειμάρρουν τῆς τρυφῆς
μυστικῶς ποτίζει. Τὸ γὰρ τοῦ Δεσπότου πάθος μαρ-
τύριον τοῖς δούλοις γεγένηται.
⁸ Zaclt. XIV, 16

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.