PG 93, col. 1192

ἀμελήσωμεν· ὁρῶντες τοὺς ἐν ἀρεταῖς, ἐν ἀδοξίᾳ τῇ
παρὰ ἀνθρώποις, καὶ πόνοις τυγχάνοντας. Οὐκ ἐγ-
καταλείψει γὰρ αὐτοὺς ὁ Θεὸς, τουτέστιν οὐχ ὑπερ-
όψεται· φυλάττει δὲ αὐτοὺς εἰς τὸν αἰῶνα τὸν μέλ-
λοντα , ἔνθα τῶν ἀγαθῶν ἡ δόσις ἁτελεύτητος.
ΨΔΛΜΟΣ ΛΖ¹.
α”Οτι τὰ βέλη σου ὲνεπάγησαν. ι
Οὐ μάτην 6 Χριστὸς καὶ ταῦτα τῷ Ιιατρὶ αὐτοῦ
ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων προσεύχεται. Ἀλλ’
ἐπειδὴ τὰ κατ’ αὐτῶν βέλη, φησὶν, ὅσας ’πληγὰς διὰ
τὸν Ἀδὰμ ἐπῆλθεν κατὰ τῆς κοινῆς φύσεως, ἐμοὶ
ἐνεπάγησαν. Ἐπειδὴ γὰρ ἐγὼ τὰς ὑπὲρ τοῦ γένους
τῶν ἀνθρώπων ἁμαρτίας ἀνέλαὸον, ἀναγκαίως καὶ
τὰς ὑπὲρ αὐτῶν παιδείας ὑφίσταμαι. Διὸ καὶ ἑπ-
εστήριξας ὲπ“ὲμὲ τὴν χεῖρὰ σου τὴν παιδευτικὴν,
περὶ ἦς Ἰὼϐ ἔλεγε· Χεὶρ Κυρίου ἡ ἁψαμένη μού
ἐστιν.
ΨᾹΛΜΟΣ AII’.
ι Εἶπα ι Φυλάξω τὰς ὁδούς μου. ι
Παντὶ τοῦτο προφήτῃ καὶ διδασκάλῳ πρέπει“, τὰς
οἰκείας φυλάττειν ὁδοὺς, δηλαδὴ τοὺς δρόμους καὶ
τὰς πορείας τῶν πράξεων, ὥστε μὴ ἐκκλῖναι είς κα-
κίαν, μηδ’ ἁμαρτάνειν ὲν γλώσσῃ , ἐναντία τοῖς ἑαυ-
τοῦ λόγοις διαπραττόμενον.Ἀμαρτὰνει γὰρ ἀληθῶς
τῇ γλώττῃ ὁ τῷ λόγῳ κατηγορῶν τῆς κακίας, ἔργῳ
δὲ ταύτην συνιστῶν, ἀφ’ ὦν αὐτὴν μετέρχεται, καὶ
τὴν ἑαυτοῦ διδασκαλίαν τῇ πολιτείᾳ ψευδόμενος.
ι Ἐκωερώθην, καὶ ὲταπεινώθην, ι
Ὁρᾷς ὅτι πρῶτον διὰ· παρακοῆς ὲκωφώθη, καὶ κω-
φωθεὶς ἐταπεινώθη. Οὐδὲν γὰρ οὕτω ταπεινοῖ τὶν
ἄνθρωπον ὡς ἀναισθησία, καὶ παρακοὴ μετὰ τοῦτο.
’Ἡ καὶ διὰ τοῦτο ἐσίγησεν, ἐξ ἀγαθῶν , τῆς μελέτης
δηλαδὴ τοῦ νόμου , τοῦ ἀγαθοῦ διδασκάλου , παυσα-
μενος. ’ὐθεν ἀνεκαινίσθη εἰκότως τὸ τῆς ἁμαρτίας
ἄλγημα· βαρύτερον γὰρ τὸ συμῦὰν ἐξ ἁμαρτίας ἡμῖν
τραῦμα, ὅταν τῆς τοῦ νόμου μελέτης ἑαυτοὺς ἁπο-
στήσωμεν. Γίνεται καὶ νόμων ὥσπερ οὐδενὸς ἀπὸ τῆς
θείας ἐντολῆς ἐπιτιθεμένου φαρμάκου ἠ σηπεδὼν
ὑφίσταται. Διόπερ οὐκ ἐπέμενεν τὴν σιωπὴν, ἀλλ’
ἀνανήψας αὐτὴν, ὡς ψυχοφθόρον ἀπώσατο. Δηλῶν
τοῦτο, τοιγαροῦν ἐπήγαγεν Ἔθερμάνθη ή καρδία
μου.
ΨΛΛΜΟΣ AO’.
t Εὑαγγελισάμην δικαιοσύνην. ι
Μεγάλην φησὶν Ἐκκλησίαν,οὐ μόνον τὴν σύστημα
πολυάνθρωπον ἔχουσαν , ἀλλὰ καὶ πολλῷ μᾶλλον τὴν
τὰ ὑψηλὰ καὶ μεγαλοπρεπῆ δόγματα τῆς θεολογίας
παραδέξασθαι δυναμένην. Χεὶλη δὲ τῆς Ἐκκλησίας,
καὶ οί ὀφθαλμοὶ τροπικῶς ληφθεῖεν ἂν οί πανεὺςρη-
μοι ἀπόστολοι, καὶ πάντες οι μετ’ ἐκείνους διδάσκα-
λοι, οὓς τὸ λοιπὸν σῶμα τῆς Ἐκκλησίας, οὐ μόνον οὐ
κωλύει τὴν αὺτοδικαιοσύνην εὐαγγελίζεσθαι τὸν Χρι-
στὸν, ἀλλὰ καὶ μᾶλλον παρορμᾷ τὴν ἀνάλογον συν-
εργίαν αὐτοῖς παρεχόμενον.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.