PG 93, col. 1549

γράμματα εἰς τὴν Ἰουδαίαν τῷ Πιλάτῳ κομίζονται
κατὰ Λογγίνου καὶ τῶν σὺν αὐτῷ, ὡς ὅτι οί τὰ τῶν
ὅπλων ἀμελήσαντες, ξίφει τὰς κεφαλὰς ἀποθέσθαι
κελεύιυμενῦΌθεν σπουδῇ πολλῇ τοῖς τῶν φόνων ὑπ-
ηρέταις ὁ Πιλάτος ἐγχειρίζει τὰ γράμματα τοῦ Καί-
σαρος. 0i δὲ τάχος διαϐάντες, τὴν τῶν Καππαδόκων
γῆν φθάνουσιν· καὶ μαθόντες ἐν ἀγρῷ πατρῴῳ τὶν
Λογγῖνον φιλοσοφεῖν, καὶ τὴν ἡσυχίαν ἀσκεῖσθαι,
πάντων τῶν πολιτικῶν πραγμάτων ἑαυτδν ἀπαλλά-
ξαντα. Τὸν ἀγρὸν αὐτίκα καταλαμὸάνουσιν, ἡσυχῇ
τὸ ἐπίταγμα Πιλάτου καὶ Καίσαρος ἐπιτελέσαι βου-
λόμενοι, ὥστε μὴ είς φυγὴν τὸν Λογγῖνον τραπῆναι.
Ὅθεν ἁθρόως ὑπέστησαν τῷ ἀνδρὶ, ὼς ἐπ’ ἄλλῳ τινὶ
διαϐάντες, καὶ οὐδὲν οὐδενὶ τῶν μετὰ χεῖρας αὐτῶν
ἐπιφερομένων ἐθάρρησαν· εἶτα είσελθόντες καὶ τῷ
Λογγίνῳ περιτυχόντες, οὐκ εἰδότες αὐτὸν εῖναι, τόν
αὐτοῖς τε καὶ Πιλὰτῳ ζητούμενον, ἄρχονται ἐρωτᾷν,
ποῦ ὁ Λογγῖνος εἴη.
ς’. '0 δὲ Μακάριος, τοῦ οείου Πνεύματος αὑτῷ-τὸ
δρᾶμα προσδηλώσαντος,ἀκολουθεῖτε, φησὶν, καὶ tofi-
τον ὑποδείκνυμι ὑμῖν. Τότε πρὸς ἑαυτὸν ό ἅγιος Λογ-
γῖνος, ὡς εἰκὸς, εὐφραινόμενος, καὶ τοῦ μαρτυρίου
τὴν θυσίαν ὑποσπουδάζων, ἔλεγεν καθ’ ἑαυτόν· Ὡς
ὡραῖοι οι πόδες τῶν εὐαγγελιζομένων εἰρήνην,
τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Νῦν τοὺς οὐρανοὺς
ἀνεῳγμένους ὄψομαι (2), νῦν ἱστορήσω τὴν δόξαν
[toti μονογενοῦς] του Πατρὸς , νῦν τῆς ἅνεκφράστου
ἀστραπῆς θεωρήσω τοῦ Πατρὺς (5) [τοῦ Υἱοῦ καὶ τοῦ
ἁγίου] Πνεῦματος. Νῦν ἐρῶ, Κύριε Ἰησοῦ Χριστὲ,
δέξαι τδ πνεῦμά μου, καθάπερ Στέφανος ὁ πρῶτος
τῶν Μαρτύρων, οὗ λαμπροτάτην φωνὴν ἀφιέντος (Il),
ἀκήκοα. Νῦν Ἰερουσαλὴμ,τὴν ἀνωτάτην χρυσόπυρ-
γον, τὴν αὑτὴν μὲν πατρίδα τῶν ἀγγέλων,ὂλου δὲ τοῦ
τῶν ἁγίων χοροῦ μητρόπολιν, μετὰ κρότων, ἐπινι-
κίων καὶ βασιλικῶν τροπαίων ἐπιϐήσομαι. Νῦν ἀπο-
δύομαι τὸν πήλινον χιτῶνα, καὶ τοὺς πολυστενάκτονς
δεσμοὺς τῆς σαρκὸς ἀποτίθημι, καὶ ἀπαλλάττομαι
φθορᾶς· πρὸς ἀφθαρσίαν γὰρ ἕλκομαι, καὶ ἀπέρχο-
μαι ὲπὶ τὸν λιμένα ἐκεῖνον τῆς ζωῆς, ἔνθα κατοικοῦ-
σιν οἱ ἃγιοι. Εὐφραίνου τοίνυν. ψυχὴ, πρὸς τὸν σὺν
ΙΙοιητὴν καὶ Δεσπότην ἀπερχομένη · δεῖξον φαιδρὸν
τὸ πρόσωπον καιροῦ καλοῦντος, καὶ τοὺς προξένους
σου τῶν τοσούτων ἀγαθῶν φιλοφρόνως ξενίσωμεν .
χαίροντες, καὶ πολυτελῆ παραθήσωμεν τράπεζαν,
τοῖς ἐπὶ τδ δεῖπνον ἡμῶν καλοῦσι βασιλικόν.
ξ’. Ταῦτα πρὸς ἑαυτὸν ὁ Λογγῖνος είπὼν,’τους ἐπ’
αὑτὸν ἐλθόντας είξ τὸν [διον οἶκον παρέλαϐεν, καὶ
ξενίσας λαμπρῶς, καὶ προσώπῳ φαιδρῷ καὶ σφόδρα
περιχαρεί συμφαγὼν σὺν αὐτοῖς εἰς ἢν παρέθηκεν
¹ lsa. LII, 7 ; Rom. ς, t5.
ΝΟΤιΕ.
(2) Per l'uturumrmelius quam per praesens haec
Latine fuissent reddita.
3) Pleno sensui lucc aut similia deesse credo.
3) Pleno sensui lucc aut similia deesse credo.
ίι) Vidi-tur interpres legisse ὰφιόντος · ad verbum
autem sic verti potest : (Quem audivi praeclarissi-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.