PG 94, col. 1244

ἀντινομοθέτειτῷ ταύτας προστάξαντι γενέσθαι. Ἠ
ἑκάστην δέχου , κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον
καί. τρόπον. Εἰπόντες τοίνυν τοὺς τῆς εἰκόνος τρό-
πους, εῐπωμεν καὶ περὶ προσκυνήσεως.
ιδ’. Ἦ προσκύνησις ύποπτώσεως καὶ τιμῆς ὲστι
σύμϐολον ° καὶ ταύτης διαφόρους ἔγνωμεν τρόπους ·
πρώτην, τὴν κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ
τῷ φύσει προσκυνητῷ Θεῷ. Ἔπειτα,τὴν διὰ τὸν
φύσει προσκυνητὸν Θεὸν προσαγομένην τοῖς αὐτοῦ
φίλοις καὶ Θεράπουσιν, ὡς τῷ ἀγγέλῳ Ἰησοῦς 6 τοῦ
Ναυῇ, καί⁴ Δανιὴλ προσεκύνησαν ο ἢ τοῖς Θεοῦ τόποις,
ῶς φησιν 6 Δαϐίδ· ι Προσκυνήσωμεν εἰς τὸν τόπον,
οὗ ἔστησαν οἰ πόδες αὑτοῦ · καὶτοῖς αὑτοῦ ἀναθή-
μασιν, ὡς ἄπας 6 Ἰσραὴλ τῇ σκηνῇ προσεκύνει, καὶ
τῷ ὲν Ἰερουσαλὴμ ναῷ κύκλῳ ἑστῶτες , καὶ πρὸς
αὐτὸ ἁπανταχόθεν ὁρῶντες καί προσκυνοῦντες εἰσέτι
καὶ νῦν ἥτοίς ὑπ’ αὑτοῦ χειροτονηοεῖσιν ἄρχουσιν,
ὡς Ἰακὼϐ τῷ τε Ἡσαῦ , ὡς προγενεστέρῳ ἀδελφῷ
ὑπὸ Θεοῦ γενομένῳ, καὶ Φαραὼ ὑπὸ Θεοῦ χειροτο-
νηθέντι ἄρχοντι ' καί τῷ Ἰωσὴφ, οἰ αὐτοῦ ἀδελφοί.
Οἶδα καὶκατὰ τιμὴν τήν πρὸς ἀλλήλους προσκύνη-
σιν, ὼς Ἀϐραὰμ τοῖς υἱοῖς Ἑμμὼρ. Ἥ τοίνυν πᾶ-
σαν προσκύνησιν ἄνελε, ἢ πάσας δέχου, μετὰ τοῦ
ὀφείλοντος λόγου καὶ τρόπου.
ιε’. Λέγε μοι ἐρωτῶντι · εἷς Θεὸς 6 Θεός; Ναὶ,
φήσεις, ὡς ἐμοὶ δοκεῖ , εἷς νομοθέτης. Τί οὖν νομο-
θετεῖ τά ἐναντία ; Ού γὰρ ἔξω τῆς κτίσεως τὰ Χε-
ρουϐἰμ. Τί οὖν προστάττει Χερουϐὶμ γλυπτά ἀνθρώ-
πων χερσί τεκταινόμενα, σκιάζειν τὸ ἰλαστήριονς
Ἢ δῆλον, ὡς Θεοῦ μὲν, ὡς ἁπεριγράπτου καί ἀνειηα
κάστου ποιεῖν εἰκόνα ἀμήχανον, ἦ τινος ὡς Θεοῦ,
ἵνα μὴ ὡς Θεὸς λατρευομένη προσκυνῆται ἡ κτίσις.
Τῶν δὲ Χερουϐὶμ, ὼς περιγραπτῶν, καὶ τῷ Θείῳ
Θρόνῳ δουλοπρεπῶς παρεστώτων, τὴν εἰκόνα προσ-
τάττει ποιεῖν , δονλοπρεπῶς σκιάζουσαν τὸ ἱλαστή-
ριον. Ἔπρεπε γὰρ τῇ εἰκόνι τῶν οὐρανίων λειτουρο
γῶν, τὴν εἰκόνα τῶν Θείων μυστηρίων σκιάζεσθαι.
Τί δὲ φὴς τὴν κιϐωτὸν, τὴν στάμνον, τὸ ἱλαστήριον,
ού χειρότευκτας οὐκ ἔργα χειρῶν ἀνθρώπων; οὐκ
ἐξ ἀτίμου, ὡς σὺ φὴς, ῦλης κατεσκευασμένας Τί δὲ
ἡ σκηνὴ ἆπασας οὐχὶ εἰκὼν ἦνς Οὐ σκιὰ καὶ¹ ὑπόο
δειγμα“; ⁴ῐιησὶ τοιγαροῦν 6 θεῖος Ἀπόστολος περί τῶν
κατὰ τὸν νόμον ἱερέων διεξιών ⁸ ‹ Οἰτινες ὑπο-
δείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίωνο κα-
οὼς κεχρημάτισται Μωῦσῆς , μέλλων ἐπιτελεῖν τὴν
σκηνήν. Ὅρα γὰρ, φησί, ποιήσεις κατὰ τὸν τύπον
τὸν δειχθέντα σοι ὲν τῷ ὄρει. ι Ἀλλ’ οὐδὲ εἰκὼν ἦν
6 νόμος, ἀλλ’ εἰκόνος προσκίασμα · φησί γοῦν 6 αύ-
τὸς Ἀπόστολος ’ν ι Σκιὰν γὰρ ἔχων 6 νόμος τῶν μελ-
’⁵³ Gen. van, 7. "Gen.
4; ilebr. l.\’, il. ⁸³ ilcbr. vni, 5.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.