PG 94, col. 1464

οἰκονομικῆς συγκαταϐάσεως. Οὑκ ἔστιν οὖν εἰπεῖν,
μίαν τῶν τῆς θεότητος ὑποστάσεων ἔχειν τι, ὅπερ
οὑχὶ πᾶσαι αι ὑποστάσεις κέκτηνται, πλὴν τοῦ τρό-
που τῆς ὑπάρξεως. Καὶ ἡ σὰρκωσις δὲ τρόπος δευ-
τέρας ὑπάρξεως πέφυκε, μόνῳ τῷ μονογενεῖ Υἱῷ
καὶ Λόγῳ ἁρμόζουσα, ὡς ἂν ἰδιότης μείνῃ ἀκίνη·
τος.
νγ¹. Ἀλλ’ ἐρεῖτε τυχόν · Πῶς οὑν φαμεν τὴν φύσιν
τῆς σαρκὸς τεθεῶσθαι καὶ πεπονθέναι, μὴ ταῦτα πα-
σῶν τῶν τῆς ἀνθρωπότητος ὑποστάσεων καταφά-
σκοντες⁹ τὴν δὲ φύσιν τοῦ Λόγου σεσαρκῶσθαι λέ-
γοντες, ἐπὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὴν σάρκωσιν
ἁναφέρομεν; ’Ότι πᾶσα ἡ τῶν ἀνθρώπων φύσις
δεκτική ἐστι τῶν κατὰ φύσιν, καὶ παρὰ φύσιν, καὶ
ὑπὲρ φύσιν, οὑ μεταϐολῇ φύσεως.Ἡ δὲ θεία φύσις
πάσης ἀλλοιώσεως καὶ προσθήκης ἐστὶν ἀνεπίδεκτοςο
οὑ μόνον δὲ, ἀλλ’ ὅτι καὶ ἀπαρχὴ ὑπῆρχεν ἡ σὰρξ
ἐκείνη τοῦ ἡμετέρου φυράματος, καὶ οὐχ ὑπόστασις
ῑδιοσὺστατος ἐγεγόνει, ἀλλὰ φύσις ἑνυπόστατος συμο
πληρωτικὴ τῆς συνθέτου τοῦ Χριστοῦ ὑποστάσεως,
καὶ οὑχ ἑαυτῆς ἓνεκα, ἀλλὰ τῆς κοινῆς σωτηρίας τῆς
φύσεως ήνώθη τῷ Θεῷ Λόγῳ · φαμὲν τοίνυν τὴν φύ-
σιν τῆς θεότητος ἡνῶσθαι φὺσει τῆς άνθρωιπότη-
τος, σεσαρκῶσθαι δὲ τὴν τοῦ Λόγου ὑπόστασιν. Σάρ-
κωσις μὲν γὰρ, σαρκὸς πρόσληψις, καὶ τὸ σαρκὶ γε·
νέσθαι ὑπόστασις.”Ἐνωσις δὲ, δύο τινῶν σύνοδος, καὶ
εἰς ταυτὸν συνέλευσις.
νδ’. Τὸ τοῦ ἀνθρώπου παράδειγμα, ἂν μὲν ἐπὶ τοῦ
εἴδους καὶ τῆς φύσεως λάϐητε, εἰς Χριστὸν χώραν
οὑχ ἔξει. Εἶδος γὰρ Χριστών οὐδέπω καὶ νῦν ἀκηκόα-
μεν · διὸ οὕτε φύσις ό Χριστὸς, ἀλλ’ ὑπόστασις. Κατὰ
γὰρ τὸν μακάριον Κὺριλλον, τὸ Χριστὸς ὄνομα, οὔτε
ὅρου δύναμιν ἔχει, οὔτε τήν τινος οὐσίαν δηλοῖ.“Δν
δὲ ἐπὶ τοῦ τινος ἀνθρώπου, ὑπόστασις δὲ οὗτος, οὑκ
ἄτοπον. Ἰστέον δὲ, ὡς οὑκ ἀνάγκη τὰ παραδείγματα
καθόλως τοῖς παραδεικνυμένοις ἑοικέναι, ἔχειν δὲ
μᾶλλον κατά τι καὶ τὸ ἀπεοικός ο ἐπεὶ οὑκ ἂν εἴη
παράδειγμα. ’ῐουστῖνος τοίνυν ὁ φιλόσοφος καὶ μάρ-
τυς οὕτω φησὶν ὲν τῇ Ἐκθέσει τῇ περὶ τῆς ὀρθῆς ὀμο-
λογίας ο ι Τινὲς μὲν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα
νοήσαντες, οὑτως ὲκδεδώκασι ο καὶ ἁρμόδιον γὰρ τὸ
παράδειγμα · εἰ καὶ μὴ κατὰ πάντα. Κατά τι γοῦν·
ὡς γὰρ εἷς μέν ἐστιν ό ἄνθρωπος, ἔχει δὲ φύσεις
δύο.»
νε’. Σκοπεῖτέ τε ὡς οὑκ εἶπεν, Εἷς ἐστιν ό ἄνθρω-
πος ὲκ δύο φύσεων, ἀλλ’, Ἔχει φύσεις δύο, ὥστε καὶ
μετὰ τὴν τῶν δύο φύσεων ἕνωσιν, ὥσ φύσεις ἔχειν
τὸν ἄνθρωπον ἔφησεν. ι Ὠς γὰρ εἷς μέν ἐστι, φησιν.
ό ἄνθρωπος, ἔχει δὲ φύσεις δύο ὲν αὑτῷ διαφόρους»

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.