PG 94, col. 749

δνομα συνεπινοουμένας ἔχει καὶ τὰς ὲπιγινομένας
παρά τὴν κοινὴν φύσιν ἑκάστων ἰδιότητας, καθ’ ἃς
ἀλλήλων κεχώρισται. Ἔνθεν τῶν ἡμετέρων πολλοὺς
διαφόρωςες εὑρεῖν ἐστι λέγοντας, φύσεων, ἤγουν
ὐποστάσεων, ἕνωσιν γεγονέναι. Ἠ γὰρ ὑπόστασις,
ὼς ἐδείξαμεν, τὴν ἰδικὴν ἑκάστου καὶ ἄτομον σημαί-
νει ὓπαρξιν, ὲκ παραλλήλου δὲ πολλάκις τούτοις
κέχρηνται τοϊς ὀνόμασι, δῆλον ὼς καὶ τὴν ίδικωτά-
την φύσιν σημαίνειν ήμῖν διὰ τούτων ἐθέλουσιν·
ἐπεὶ καὶ ὲν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ, καὶ ὲν τῇ χρήσει
τῶν τά τοιαῦτα πεφυσιολογηκότων , ἔθος ἅπασι καὶ
τὸν κοινὸν τῆς φύσεως λόγον ἄνθρωπον προσαγο-
ρεὺειν ο ὡς ὅταν λέγωσιν εἶδος εἶναι τοῦ ζῶου τὸν
ἄνθρωπον-⁸ εῐπερ μηδὲν τῶν ἀτόμων μήτε ἐστὶν
εἶδος τὸ ὑπὸ τὸ γένος, μήτε λέγεται ιι. Ἀλλὰ καὶ
ἄνθρωπον, ἵππου διαφέρειν λέγομεν, αὑτὰς δηλονότι
τὰς καθόλου λέγοντες φύσεις. Καὶ πάλιν Πέτρον
ἄνθρωπον εἷναί φαμεν , καὶ Παῦλον , καὶ Ἰωάννην,
καὶ γεγονέναι ἄνθρωπον κα)⁸ τεθνάναι, τὸν καθέκαστα
δηλονότι, καὶ τοῦ κοινοῦ λόγου τῆς τοῦ ἀνθρώπου
φύσεως ὡσαύτως ἔχοντος. Καὶ τοῦτο δὲ πάλιν εῦ-
λογον προδιαστείλασθαι, ὡς τὸ τοῦ προσώπου καὶ
τῆς ὑποστάσεως δνομα, πολλάκις μὲν τῆς αὐτῆς
ἐστι παρ’ ἡμῖν σημασίας δηλωτικὸν, ὡσεὶ καὶ ξίφος
τις τὸ αὑτὸ καλεῖ καὶ μάχαιραν. Οὕτως γοῦν ἐπὶ
τῆς ἁγίας Τριάδος ἀδιαφόρως πρόσωπᾶ τε τρία, καὶ
ὑποστάσεις τρεῖς προσαγορεύομεν, τῷ ἐκ παραλλή- C
λου τρόπῳ δι’ ἑκατέρου ταυτὸν σημαίνοντες. Πολι
λάκις δὲ τὸ πρόσωπον τῆς ὑποστάσεως διακρίνουσι,
πρόσωπον καλοῦντες τήν τινων σχέσιν πρὸς ἄλληλα,
οὐκ ἀγνοούσης οὑδὲ τῆς συνήθους χρήσεως τοῦτο τοῦ
προσώπου τὸ σημαινόμενον. Φαμὲν γὰρ, τὸ ἐμὸν
ἀνειληφέναι πρόσωπον τὸν δεῖνα, καὶ είς πρόσωπον
τοῦδε τὴν δίκην εἰσαγαγεῖν τὸν δεῖνα· καὶτὸν ὑπ-
αρχον δὲ πρόσωπον ἔχειν τοῦ βασιλέως λέγομεν.
Ἔνθεν καὶ οί τῶν Νεστορίου δογμάτων κατήκοοι,
οὕτε φύσιν μίαν ἐπὶ Χριστοῦ, οὑτε ὑπόστασιν λέγειν
ἀνεχόμενοι, ἐπεὶ μήτε τῶν ὑποστάσεων καθ’ αὑτάς
πρεσϐεύουσιν ἕνωσιν, ἄνθρωπον δὲ εἶναι τὸν ἐκ
Μαρίας ψιλὸν ὑποτίθενται, ὃλην ὲν ἑαυτῷ τήν θείαν
χωρήσαντα έλλαμψιν. Καὶ ταύτῃ τῶν ἄλλων δια-
φέροντα, μερικωτέρας ὲν ἐκείνων ἑκάστῳ τῆς θείας
γενομένης ὲλλάμψεως, ὅμως θαρροῦντες ἓν εἶναι τὸ
πρόσωπον τοῦ Χριστοῦ διισχυρίζονται, τήν σχέσιν
τοῦ Θεοῦ Λόγου πρὸς τὸν ὲκ Μαρίας ἄνθρωπον πρόσ-
ωπον ἓν λέγοντες, ’ἐπεὶ πᾶσαν ἐκεῖνος τὴν θείαν
οἰκονομίαν εἰς πρόσωπον ἐποιεῖτο τῆς τοῦ Θεοῦ
Λόγου θεότητος ⁸ ὅθεν δικαίως καὶ τήν εἰς τὸν ἄν·
Θρωπον ὓεριν , εἰς Θεὸν ἀναφέρεσθαι , ἐπεὶ καὶ ή
τῶν ὑπηκόων είς τὸν ὕπαρχον γινομένη τιμή τε
καὶ ὕϐρις, εἰς αὑτὸν ἀναφέρεται τὸν βασιλέα. Ταύο
της γοῦν τῆς σχέσεως καὶ τήν Χριστοῦ προσηγορίαν
VARI/r3 LECTIONES.
ἑσξὶξιεεο ἀδιαφόρως, ιιι infra.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.