PG 95, col. 109

καὶ πᾶσα ἡ οὐσία s ἕν γένος.
unum est.
ἐὐhΑΛ. IP.
Περὶ ἐνεργείας.-
Ἐνέργειά ἐστι κίνησις δραστικὴ τοῦ ποιοῦντος·
ἐνέργεια δὲ φυσικὴ, ἐστὶ κίνησις τῆς φύσεως δρα-
στική· οἶον ἡ λογικὴ τοῦ νοῦ κίνησις, τὸ ζωτιικὸν, τὸ
αἰσθητικὸν, τὸ θρεπτικὸχ, τὸ αὐξητικὸν, τὸ γεννητι-
κὸν, καὶ ἡ καθʼ ὁρμὴν αίνησις· τουτέστιν, αἱ κινή-
σεις τοῦ σώματος, καὶ τὸ φανταστικὸν, καὶ τὸ μνη-
μονευτικὸν, τό τε θυμικὸν, καὶ ἐπιθυμητικὸν, καὶ
θελητικὸν, ἤγουν ὀρεκτικὸν, καὶ τὰ τοιαῦτα· πεντά-
τροπος δέ ἐστιν αὕτη· ἢ νοερὰ, ὡς ἐπὶ ἀγγέλων, καὶ
πασῶν τῶν ἀσωμάτων οὐσιῶν ἀπλῇ προσβολῇ νοούν-
των· ἢ λογικὴ. ὡς ἐπὶ ἀνθρώπων τῶν ἐ ψυχῆς
ἀσωμάτου καὶ σώματος συντεθειμένων· οὐχ ἀπλῇ,
ἀλλὰ ποικίλῃ καὶ διαλογιστικῇ προσβολῇ νοούντων
ἢ ζωτικὴ, ὡς ἐπὶ ἀλόγων ζώων, αἴσθησιν μὲν ἐχόν-
των, μὴ λογιζομένων δὲ, μηδὲ νοούντων· ἢ φυτικὴ,
ὡς ἐπὶ ἀναισθήτων μὲν, ἐχόντων δὲ θρεπτικὴν καὶ
αξητπκὴν καὶ γεννητικὴν δύναμιν· ἢ ἡ ἄζωος παν-
τελῶς, ὡς ἐπὶ γῆς καὶ λίθων, τῶν μήτε ζωτικὴν,
μήτε θρεπτικὴν, μήτε αὐξητικὴν δύναμιν ἐχόντων,
μὴ ἀμοιροῦντων μέντοι φυσικῶν τινων ἐνεργειῶν ⁵.
ΚEΑΛ. e.
Περὶ πάθους.
Πάθος ἐστὶ φυσικὸν, κίνησις φύσεως παθητικὴ τοῦ
πάσχοντος, ἤτις τῆς μὲν φύσεώς ἐστιν ἐνέργεια. Πά-
θος δὲ τούτου περὶ ὁ ἡ ἐνέργεια· οἶον, γένεσις, χαρὰ,
ἔύπη, ἀγωνία, ἀδημονία, φόβος, δκνος, κόπος, ὕπνος,
ἡδονὴ, πόνος,θυμὸς,ἐπιθυμία,τομὴ, ῥεῦσις, φθορὰ,
καὶ τὰ τοιαῦτα· ταῦτα καὶ τὰ τοιαῦτα, πάθη φυσικά
εἰσι, καὶ ἀδιάβλητα, οὐκ ἐφʼ ἡμῖν ὄντα· μόνη, δὲ ἡ
ἀμαρτία παρὰ φύσιν ἐστὶν, ἐκούσιον καὶ αὐθαίρετον
τῆς ψυχῆς πάθος κάκιστοy οὕσα, καὶ φθορά.
ssmæ οω
ΚEΑΑ. I.
Περὶ θελήσεως s.
⁵ Greg. Nyss. orat. 5 contr. Eunom. p. 170,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.