PG 95, col. 1320

ι Ἐγενήθη ἐν τῷ καιρῷ γήρους Σολομὼν, καὶ οὐκ
ἧνὴ καρδία αὐτοῦ τελείως μετά Κυρίου, καθώς ή
καρδία Δαῦὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ-ἐξέκλιναν αι
γυναῖκες αἰ ἀλλότριαι τὴν καρδίαν ἀὐτοῦ ὀπίσω
θεῶν αὐτῶν. Τότε ᾠκοδόμησε Σολομὼν ύψηλδν τῷ
Χαμῶς εἰδώλῳ Murali, xei. τῷ βασιλεῖ τῶν υἱῶν
Ἄμμων, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ
οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς
ἀλλοτρίαιςο καὶ ἐθυμίων, καὶ ἔθυον τοῖς εἰδώλοις
αὐτῶν. ι
ι Μὴ πρόσεχε φαύλῃ γυναικί. Μὲλι γὰρ ἀποστάζει
ἀπὸ χειλέων γυναικὸς πόρνης, ἡ πρὸς καιρὸν λιπαί-
νει σὺν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς
εὑρήσεις, καὶ ⁴Ινριονημιίνον μᾶλλον μαχαίρας διστό-
μου. ι
ι Γυνὴ τιμίας ψυχὰς ἀνδρῶν ἀγρεύει. - Ope-Ioc
ι ἀτιμίας, γυνὴ μισοῦσα δίκαια. ι
ι ru, φύλασσε ἐμὰς ἐντολὰς, καὶ βιώσεις, ινα σε
τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς. Ἀπὸ
γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τάς πλατείας
παρακύπτουσα, ὃν ἀν ἴδῃ τῶν ἀφρόνων τέκνων
νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον ἐν γωνίᾳ,
ἐν διόδοις οἴκων αύτῆς , καὶ λαλοῦντα ἐν σκότει
ἐσπερινῷ, ήνίκα ἀν ᾖ ήσυχία νυκτερινὴ καὶ γνοφώ-
δης ο ή δέ γυνὴ συναντᾷ αὐτῷ ε’ίδος ἔχουσα πορνικδν,
ἢ ποιεῖ νέων ἐξίπτασθαι καρδίας. Ἀνεπτερωμένη
ἐστὶν ἀσώτως · ἐν οἴκῳ δέ οὐχ ἡσυχάζουσιν οἰ πόδες
αὐτῆς. Χρόνον γάρ τινα ἔξω ῥέμϐεται, χρόνῳ δέ ἐν
πλατείαις παρά πᾶσαν γωνίαν ἐνεδρεύει. Εἶτα ἐπι-
λαϐομένη ἐφίλησεν αὐτὸν, ἀναιδεῖ δέ προσώπῳ προσ-
εῖπεν αύτῷ · Θυσία εἰρηνική μοί ἐστι, σήμερον ἀπο-
δίδωμι τάς εύχάς μου. Ἕνεκα τούτου ἐξῆλθον εἰς
συνάντησίν σοι. ποθοῦσα τδ πρόσωπόν σου εὓρηκά
σεο κειρίαις τέτακα τήν κλίνην μου, ἀμφιτάποις δὲ
ἐστρωκα τοῖς ἀπ’ Αἰγύπτου ο διὲρῤαγκα τὴν κοίτην
μου κρόκῳ, τὸν δέ οἶκόν μου κινναμώμῳ. Ἐλθέ,
καὶ ἀπολαύσωμεν φιλίας ἓως δρθρου. Δεῦρο καὶ
ἐγκυλισθῶμεν ἔρωτι. Ού γάρ πάρεστιν ό ἀνήρ μου
ἐν οἴκῳ ο πεπόρευται όδῷ μακρᾷ, ἔνδεσμον ἀργυρίου
λαϐὼν ἐν τῇ χειρὶ αὐτοῦ, δι’ ἡμερῶν πολλῶν ἐπανο
ἡξει εἰς τὸν οἷκον αύτοῦ.’Δπεπλάνησε δέ αὑτὸν πολλῇ
ὁμιλίᾳ, βρόχοις δέ τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν,
'0 δέ ἐπηκολούθησε κεπφωθεὶς, καὶ ὥσπερ δὲ βοῦς
ἐπὶ σφαγήν ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμὸν, ἢ
ὼς ἔλαφος πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δέ ὥσπερ
ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
Πολλοὺς τρώσασα καταϐέϐληκε , καὶ ἀναρίθμητοε
εἰσιν οὓς πεφόνευκεν. Ὀδοὶ ᾅδου ό οἶκος αὐτῆς, κατ⁶
ἄγουσαι είς ταμεῖα θανάτου. ι
ι Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ και
κὸςρρονι κάλλος. ι
ι Γυνὴ ’ἄφρων xc). θρασεῖα, ἐνδεὴς ψωμοῦ γίνεται,
ἥ οὐκ ἐπίσταται αἰσχύνην. Ἐκάθισεν ἐπὶ θύραις τοῦ
ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.