PG 95, col. 156

πων. Ἐπὶ μὲνγὰρ τῆς ἀγίας καὶ ἀδιαιρέτου Τριάδος,
μία τῶν τριῶν ὑποστάσεων φυσικὴ θέλησις, καὶ
ἔν φυσικὸν , τὸ ἀγαθόν· καὶ οὐχ ἐκάστη ὑπόστασις
ἴδιον ἔχει θελητὸν, οὐδὲ ἰδίαν κίνησιν· ἀλλὰ μία κί-
νησις, καὶ ἐν θελητὸν τῶν τριῶν ὑποστάσεων· διὸ
οὐ τρεῖς Θεοὶ, ἀλλʼ εἶς Θεὸς, αἱ τρεῖς ὑποστάσεις
εἶς Θεὸς μετὰ τῶν ἐαυτοῦ δυνάμεων, ἀλλʼ οὐ σύν-
θετος. Ἐκάστη γὰρ αὐτῶν, Θεὸς τέλειος, καὶ τελεία
ὑπόστασις· σύνθεσις δὲ φύσεως, ἐξ ὑποστάσεως οὐ
γίνεται. Σένον δὲ τοῦτο παντελῶς καὶ μόνῳ Θεῷ
πρέπον. Ἐπὶ δὲ ἀγγέλων καὶ ἀνθρώπων οὐχ οὕτως·
μία γάρ ἐστιν ἡ θέλησις τῶν ἀγγέλων, ἡ παρὰ τοῦ
Θεωῦ δοθεῖσα αὐτοῖς φυσικὴ τοῦ θέλειν δύναμις.
Ἐκαστος γὰρ ἄγγελος θέλει, καὶ ἕκαστος ἄνθρωπος
θέλει· οὐ μία δὲ κίνησις πάντων τῶν ἀγγέλων, οὕτε
μὴν πάντων τῶν ἀνθρώπων, ἀλλʼ ἐκάστη ὑπόστασις
ἰδίαν ἔχει κίνησιν, καὶ διον θελητόν οὐχ ὀμοίως
γὰρ θέλουσι πᾶσαι αἱ ὑποστάσεις τῶν ἀγγέλων, οὐδὲ
τὸ αὐτό οὐδὲ αἰ τῶν ἀνθρώπων ἀλλʼ ἡ μὲν καλῶς,
ἡ δὲ κακῶς· καὶ ἡ μὲν τόδε, ἡ δὲ τόδε· καὶ τοῦδε
κινουμένου καὶ θέλοντος, οὐ συγκινεῖται καὶ συνθέ-
λει ὁ ἕτερος· ὥστε ἐπὶ τῶν ἀγγέλων καὶ ἀνθρώπων,
ἡ μὲν θέλησις φυσική ἐστιν ὁμοίως καὶ τὸ θέλειν,
φυσικόν. Πᾶς γὰρ ἄνθρωπος θελητικός ἐστιν, καὶ
πᾶς ἄνθρωπος θέλει. Οὐ πᾶς δὲ ἄνθρωπος τοῦ αὐτοῦ
πράγματός ἐστι θελητικὸς, οὐδὲ τὸ αὐτὸ θέλει.
Ἐπὶ μὲν γὰρ τῆς ἀγίας Τριάδος, αἱ τρεῖς ὑποστάσεις
ἐν ἀλλήλαις εἰσὶ, καὶ ὁ Λόγος καὶ τὸ Πνεῦμα τὸ
ἅγιον δυνάμεις εἰσὶ τοῦ Πατρός καὶ διὰ τοῦτο μία
κίνησις, καὶ ὡσαύτως τὸ αὐτὸ θελητόν· οἱ δὲ ἄγγε-
λοι, καὶ οἱ ἄνθρωποι, ἕκαστος ἀποτετμημένην, καὶ
διῃρημένην ⁵ ἔχει τὴν ἑαυτοῦ ὑπόστασιν, εἰ καὶ
μιᾶς εἰσι φύσεως· διὰ τοῦτο ἡ μὲν δύναμις τοῦ θέ-
λειν, καὶ τὸ θέλειν, ἕν καὶ φυσικόν· τὸ δὲ πῶς καὶ
τὸ τί θέλειν, ὑποστατικὸν καὶ γνωμικόν. Καὶ μία
μὲν αὐτῶν ἡ θελητικὴ φύσις, πολλοὶ δὲ οἱ θέλοντες·
κε. Θέλησις τοίνυν ἐστὶν ὄρεξις ζωτική τε καὶ λο-
γική· εἱ δὲ ζωτικὴ, πάντως καὶ αἰσθητική. Τὰ οὗν
ἄλογα αἰσθητικῶς ὀρέγεται, ἀλλʼ οὐ λογικῶς, οὐδὲ
αὐτεξουσίως· ὁ δὲ ἄνθρωπος ζῶον ὑπάρχων λογικὸν,
ὡς μὲν ζῶον, ζωτικῶς καὶ αἰσθητικῶς ὀρέγεται·
ὡς δὲ λογικὸς, λογικῶς καὶ αὐτεξουσίως. Θέλησις
οὗν ἐστι φυσικὴ ὄρεξις, λογική τε καὶ ζωτικὴ, μόνων
ἡρτημένητῶν φυσικῶν φυσικὰ δὲ θελήματά εἰσι,
πρῶτον τὸ ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ Θεοῦ. θύεει
γὰρ δοῦλος Θεοῦ, καὶ ὑποχείριος ὁ ἄνθρωπος· ἔπειτα
καὶ τὰ φύσεως ὑποστατικά οἶον πεῖνα, δίψα, ὕπνος,
καὶ τὰ τοιαῦτα ὑποστατικὴ δὲ καὶ γνωμικὴ θέλησις,
ὄρεξις καθʼ ἡδονὴν, καὶ κατʼ οἰκείαν γνώμην τῆς
κτχρημένης ὑποστάσεως, καὶ οὐ κατὰ νόμον Θεοῦ·
Lυeg. ἔν φυσικὸν θελητόν, ut series

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.