PG 95, col. 269

πάντα διευθετῆσαι,κἂν ἐν τῷ τέλει τοῦ βίου ἐντεῖλαι
τοῖς σοῖς μετὰ θάνατον παραπέμψαι σοι τὰ σὰ, καὶ
βοήθειαν δοῦναί σοι διʼ ἔ,γων ἀγαθῶν· ἐλεημοσυνῶν
λέγω,καὶ προσφορῶν.Κάυιεῦθεν τὸν Λυτρωτὴν καταλ-
λάξειας· δεκτὰ γὰρ αὐτῷ ταῦτα καὶ πρόσφορα. » Καὶ
πάλιν αὐτὸς ἀλλαχοῦ· « ράψον, φησὶν , ἐν τῇ σῇ
δτατυπώσει μετὰ τῶν τέκνων καὶ συγγενῶν, συγ-
κληρονόμον καὶ τὸν Δεσπότην. Ἐχέτω σου ὁ χάρτης
τοῦ Δικαστοῦ τὸ ὄνομα, καὶ μνήμης μὴ ἀμοιρείτω
πτωχῶν· κάγὼ τούτων ἐγγυητής. Οὐ δίδομεν τοίνυν
ἀφορμὰς καὶ προφάσεις τοῦ ζῶντά τινα μὴ ποιεῖν
ἐλεημοσύνας, ἀλλὰ φυλάττειν ταύτας μετὰ τὸν θάνα-
τον· ἔκτοπον γὰρ τοῦτο πάντη καὶ βέβηλον, καὶ
τῆς θείας νομοθεσίας ἀλλότριον· ἀλλὰ καὶ κάλλιστον
καὶ θεάρεστον, καὶ εἰς ἀπαν εὐπρόσδεκτον, τὸ πάντα
ἄνθρωπον θεοσεβῆ καὶ φιλόχριστον καθαίρειν ἐαυτὸν
διʼ ἀγαθοεργίας παντοίας, ἀπεχόμενον πάσης ἀκα-
θαρσίας, ἐχόμενον δὲ τῶν τοῦ Θεοῦ φαεινῶν προσ-
ταγμάτων, ὡς ἂν πρὸς τὸ τέλος ἐληλακὼς, μετὰ
παῤῥησίας λέξοι πρὸς τὸν Δεσπότην· Ἐτοίμη ἡ
καρδία μου, ὁ Θεός, ἐτοίμη ἡ καρδία μου· καὶ
οὕτως ἡδέως ὑπαντήσοι τοῖς ἐπείκταις ἀγγέλοις.
Ἀλλὰ τοῦτο μὲν ὀλίγοι καὶ ὀλιγάκις κατὰ τὸν τοῦ
Δεσπότου λόγον, ὅτι λίγοι, φησὶν, οἱ σωζόμενοι.
Καίτοι γε τοῦτο οὐχ ἀπλῶς εἴρηκεν ἡ τῶν ὅλων Σο-
φία, ἀλλʼ ὡς ἄν τις εἴποι, θαυμαστικῶς, ὅτι Ὁλίγοι
οἱ σωζόμενοι· τὸ λοιπὸν ἐπιστάμενοι, ὅτι ἐργῶδες
λίαν εὐρεθῆναί τινα τῆς πρώτης μερίδος, ἐξ ἀνάγκης
ἐπάγομεν τὴν δευτέραν, ἀποστολικαῖς τε καὶ Πα-
τρικαῖς ἐπόμενοι ῥήσεσιν· ὡς καὶ τοὺς κατοιχομέ-
νους Θεοῦ ἀγαθότητι ὡφελεῖσθαι, καὶ τὴν φιλαδελ-
φίαν ἐπαυξάνεσθαι, καὶ τὴν τῆς ἀναστάσεως ἐλπίδα
βεβαιοῦσθαι, καὶ τὴν πρὸς Θεὸν εὐχὴν κρατύνεσθαι,
καὶ τὴν περὶ τοὺς θείους ναοὺς συνδρομὴν θερμοτέ-
ρως πληθύνεσθαι, καὶ τὴν εἰς τοὺς πένητας εὐποιίαν
πλατ ύνεσθαι. s
ad divina templa majori fervore conveniant beneficientaque erga pauperes latius exporrigatur. »
κγ-ῶ. Ἰδὲ κατὰ πόσους τρόπους τὸ πρᾶγμα ἐπι-
κερδὲς καὶ ὡφέλιμον, παρὰ πόσων ὑποθέσεων ἡ τῶν
κατοιχομένων ὡφέλεια· ἀφορμὴ γὰρ γίνεται σωτη-
ρίας τῶν καταλεγέντων ο, Ἐπεὶ εἰ τὸ αἴτιον ἀναι-
ρήσεις, πάντως καὶ τὰ τούτου ἀκόλουθα. Τίς γὰρ
ἀνάγκη τοὺς μικροψύχους διαναστῆναι πείσοι, καὶ
ταύτην διαπράξασθαι, εἰ μὴ πληροφορίαν ἔχωσι τοῖς
ἑαυτῶν ὡφελεῖν; Παύσονται δὲ καὶ αἱ περὶ τὰς δια-
τυπώσεις τῶν πενήτων ἐγγραφόμεναι μοῖραι, καὶ
σὺν ταύταις αἱ ὑπὲρ τῶν νεκρῶν λειτουργίαι, ὑμνῳ-
δίαι τε καὶ ψαλμῳδίαι, τεσσαρακοστὰ σὺν τριτεννά-
ταις, καὶ ἐτήσιοι μνῆμαι καὶ τελεταὶ, αἶτινες οὐκ
εἰς μάτην παρὰ τῶν διδασκάλων ἐπενοήθησαν. Ἀλλὰ
ss Psal. cν, 2. ⁶ Luc. Xmn, 13.
in R. 1 præmittitur ante τῶν καταλλαγ.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.