PG 95, col. 325

ἀσεβῶν τὰς πράξεις. Πλέπεις θεωρίαν ἀκριβῆ; οὐχ
ὀρᾷς τὴν ὥραν ἐκείνην, ὅταν ἴστασαι, καὶ θεωρεῖς
αὐτά· ὅτι πρὸς τοῦ Χριστοῦ τὴν ἡμέραν καὶ τὴν
ἀπολογίαν, ἐν ἢ μέλλεις ἐξετάζεσθαι, παρίστασαι;
Ἀνάνηψον ὀψέ ποτε, ἄθλιε, καὶ τοῦ σκότους, οὗ περί-
κεισαι, ἄνελε τὸ κάλυμμα· καὶ ὡς ἐγένου ἡμῖν κοι-
νωνὸς βαπτίσματος, καὶ τοῦ τιμίου σώματος
καὶ αἶματος τοῦ Χριστοῦ, γενοῦ καὶ τῆς προσκυ-
νήσεως, καὶ μὴ τὰ τῶν Χριστιανῶν πιστεύων,
καὶ ταῖς Ἐκκλησίαις ἐνσείων, ἄλλα μὲν πιστεύοις,
ἄλλα δὲ ἀποβάλλῃ, καὶ οὐ γίνῃ ὡς τέλειον αὐτῆς
τέκνον.
δ. Θέλεις λέγειν, ὅτι Ἐγὼ χειροποίητα οὐ προσ-
κυνῶ· καὶ οὐ γινώσκεις τί λαλεῖς, ἢ τί προσκυνεῖς.
Εἰπέ μοι, ἡ ἐκκλησία οὐκ ἔστι χειροποιήτη, καὶ ὁ
σταυρὸς, καὶ τὸ Εὐαγγέλιον, καὶ τὸ θυσιαστήριον,
καὶ τὰ λοιπὰ σκεύη τῆς ἐκκλησίας; οὐχὶ παρὰ ἀν-
θρωπίνων χειρῶν, ὁ μὲν κατασκευάζεται, ὁ δὲ οἰκο-
δομεῖται, καὶ ἄλλα καταρτίζονται εἰς Θεοῦ ὑπηρε-
σίαν; Πάντα τὰ ὄντα ἐν τῇ ἐκκλησίᾳ χειροποίητά
εἰσι καὶ ὀρατά· καὶ εἰ ταῦτα φρονεῖς, οὐδένα τὰ ἐν
αὐτοῖς ὀραθέντα προσκυνήσεις. Τί γὰρ ὑπάρχεις;
οὐχὶ ὀρατοὺς κέκτησαι καὶ ὀφθαλμοὺς καὶ χεῖρας,
καὶ πόδας καὶ πᾶν μέλος; Πῶς ὁ ὁρατὸς προσκυνεῖς
τὰ ἀόρατα; ἔστι γὰρ καιρὸς ὅτε προσκυνήσεις τὰ
ἀόρατα, ὅταν ἐν τῇ ψυχῇ σου ὀναπετάσῃς τὸ ὀπτικὸν
τοῦ νοῦ πρὸς τὸν μόνον ἄὕλον καὶ ἀόρατον Θεὸν, ἐν
διανοίᾳ σου καὶ ἐκ καθαρᾶς καρδίας. Εἰ ταῦτσ ἔχεις
ἐν τῇ διανοίᾳ σου, ἄνθρωπε, οὐδὲν προσκυνήσεις
τῶν ἐν τῇ ἐκκλησίᾳ, ἀλλὰ πάντα βδελύξῃ· καὶ ὁ
ἔχων ὑψηλὸν τὸ φρόνημά σου πρὸς τὴν πίστιν, καὶ
μεγαλαυχῶν, εὐρέθη ὡς ἄθεος.
. Εἰπέ μοι, ἄνθρωπε, ἐὰν ἐκ τῶν ἐθνῶν ἔλθῃ τις
λέγων σοι, Δεῖξόν μοι τὴν πίστιν σου, ἵνα πιστεύσω
κὰγώ· τί αὐτῷ δεικνύεις; Οὐχὶ ἐκ τῶν αἰσθητῶν
ἀνάγεις αὐτὸν εἰς τὰ ἀόρατα πρὸς τὸ δέξασθαι αὐτὰ
εὐμενῶς; ἐὰν γὰρ εἴπῃς αὐτῷ· Ἀόρατός ἐστι, τί
ἰδὼν ἔχει πιστεῦσαι πρὸς τὴν σὴν συνείδησιν καὶ
πίστιν; Ἀλλὰ πρῶτον, ἐκ τῶν αἰσθητῶν εἰσάγεις
αὐτὸν, καὶ. οὕτως κατὰ μικρὸν ἀνάγεις πρὸς τὰ
ἀόρατα. Καὶ ὅπως, ἄκουε· Φέρεις αὐτὸν εἰς τὴν
ἐκκλησίαν· δεικνύεις αὐτῷ τὸν κόσμον, ὅν περιβέ-
βληται. Ἀναπετάζεις αὐτὸν πρὸς τὰς τῶν ἀγίων
εἰκόνων μορφάς· ὁρᾷ αὐτὸς ὁ ἄπιστος, καὶ λέγει
Τίς ἐστιν οὗτος ὁ σταυρούμενος; τίς ἐστιν οὗτος ὁ
ἀνιστάμενος καὶ καταπατῶν τὴν κεφαλὴν τοῦ γη-
ραιοῦ τούτου; Οὐχὶ ἐκ τῆς εἰκόνος αὐτὸν διδάσκεις,
λέγων· Οὗτος ὁ ἐσταυρωμένος, Τἱὸς τοῦ Θεοῦ ἐστιν,
δς διὰ τὰς ἀμαρτίας τοῦ κόσμου ἐσταυρώθη; οὗτος
ὁ ἀνιστάμενος,αὐτὸς ὑπάρχει ὁ συνεγείρων τὸν προ-
πάτορα τοῦ κόσμου Ἀδὰμ, ὅς πέπτωκε διὰ τῆς παρα-
κοῆς, καὶσυμπατεῖ τὸν ἅδην τὸν κατέχοντα τοσούτους
χρόνους τὸν δεδεμένον δεσμοῖς καὶ μοχλοῖς ἀλύτοις
ἐν τοῖς καταχθονίοις; Καὶ οὕτως πως φέρεις αὐτὸν
εἰς τὴν τοῦ Θεοῦ ἐπίγνωσιν. Πάλιν εἰσάγεις αὐτὸν
ἐν τῷ λουτηρίῳ τοῦ βαπτίσματος. Καὶ ὁρᾷ ἐκεῖνος
ὕδωρ μόνον ἐπὶ τῆς κολυμβήθρας, σὺ δὲ ὁ πιστὸς

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.