PG 95, col. 336

τοῦ Χριστοῦ, οὕτως καὶ οὗτοι μίξαντες ὕδωρ καὶ
ἄσβεστον, καὶ βαλόντες σπόγγον ἐπὶ τοῦ ξύλου,
προσήνεγκαν τῇ σαρκομοιομόρφῳ ὄψει τῆς τιμίας
εἰκόνος, καὶ ἐνέχρισαν αὐτήν· καὶ ἀντὶ τῆς λόγχης
τῆς νυξάσης τὴν ζωόδωρον πλευρὰν τοῦ Χριστοῦ,
λαβόντες ῥομφαίαν, κατώρυξαν αὐτὴν, καὶ κατέξε-
σαν, καὶ ἡφάνισαν ἐκ τῆς Ἐκκλησίας, καὶ ἐξεπλή-
ρωσαν καὶ οὗτοι τὸ ἔργον τῶν Ἰουδαίων, καὶ παρ-
έδωκαν ἐαυτοὺς τῷ διαβόλῳ. Ὁ τῆς συμφορᾶς ὶ ὡ
τῆς μανίαςὶ ὦ τῆς ἀπάτης τῶν Χριστιανῶν· ὅτι
καὶ οἰ δοκοῦντες Χριστιανοὶ βασιλεῖς καὶ ἀρχιερεῖς,
ἀλλοτρίους ἐαυτοὺς ἐποίησαν τῆς ἀμώμου πίστεω,
καὶ αὐτοὶ εἰς τὸ βάραθρον τῶν Ἰουδαίων ἐαυτοὺς
ἐνέβαλον, κἂν διὰ βραχυτάτου· οὐαί σοι, διάβολε
ἀλλότριε τοῦ Θεοῦ, ὅτι ἔμιξας τοὺς Χριστιανοὺς μετὰ
τῶν Ἰουδαίων.
ιη. Καὶ γὰρ ἐὰν καλῶς ἐξερευνήσωμεν τρόφιμοι
τῆς Ἐκκλησίας, τὴν αἴρεσιν ταύτην, δυσσεβῶς ἐκαι-
νοτομήθη. ʼΥπὲρ γὰρ τὰς πρώην αἰρέσεις δυσσε-
βεστάτη ὑπάρχει. Δἱ γὰρ αἱρέσεις αἱ πρώην εἰς
τὴν ἀνθρωπότητα προσέκοψαν· αὕτη δὲ, εἰς τὴν
θεότητα· ὅτι ἤνπερ ὁ Χριστὸς κατελθὼν ἰδιοποιή-
σατο πίστιν, καὶ τῆς τῶν εἰδώλων μανίας ἡμᾶς ἐξ-
εἴλατο· τὰ μὲν, διὰ τῶν ἀγίων αὐτοῦ μαθητῶν, τὰ
δὲ, διὰ σεπτῶν αὐτοῦ μαρτύρων· καὶ εἰς τέλος ἐξ-
ηφανίσθη, καὶ ἡ μνήμη αὐτῶν ἀπόλωλε , καὶ οὐδὲ
εἶς τῶν ὀνομάτων αὐτῶν τὸ ῥῆμα ἐφθέγξατο· πάλιν
οἱ θρυλλολέκται ἀνιστοροῦσι, καὶ πάλιν εἰδώλων μνη-
μονεύουσι· καὶ οὐκ ἔγνωσαν οἱ παράνομοι, ὅτι τοῦ
Χριστοῦ σταυρωθέντος καὶ ἀναστάντος, ἀπὸ τότε
εἰδωλικὴ προσκύνησις κατὰ μικρὸν ἤρξατο ἀπὸ τῆς
γῆς ἀποδιώκεσθαι.
ιθ, Καὶ γὰρ ὁ τὴν αἴρεσιν ἐμπνεύσας ἱ πρῶτος,
ψεύστης ὡν καὶ ὕπουλος, τῆς βασιλείας ἐδράξατο.
Κόνων γάρ ὀνομαζόμενος, Λέοντος προσηγορίαν
ἑαυτῷ περιεβάλλετο, ἐξ Ἐβραίων τοῦτον τὸν σκοπὸν
καὶ τὸ φρόνημα εἰληφώς. Καὶ γὰρ περιπατοῦντος
αὐτοῦ, μήπω τῆς βασιλείας αὐτοῦ χειρισθέντος,
φησὶ πρὸς αὐτὸν δ Ἐβραῖος· Bασιλεὺς μέλλεις γε-
νἐσθαι. Ἀλλὰ τὸν λόγον ὅν εἰπω σοι, ἐὰν κρατήσῃς,
ἔσται πολυχρόνιος ἡ βασιλεία σου καὶ ἡ τιμή σου.
Ἀποβαλοῦ τὴν προσηγορίαν, ἡνπερ κέκτησαι, ὀνο-
μασθεὶς Λέων. Ἐν γὰρ ταῖς ἡμέραις τῆς βασιλείας
σου καταστραφήσονται τὰ ἰνδάλματα εἰκόνων, ὦν-
περ οἱ Χριστιανοὶ πιιστεύουσι. Διὸ δός μοι λόγον τοῦ
καταστρέψαι αὐτὰ ἐν τοῖς καιροῖς τῆς βασιλείας σου.
Δελεασθεὶς οὗν ὁ ββύθιος δράκων, δέδωκεν αὐτῷ,
τὴν τιμὴν τῆς ἀξίας ἔχων εἰς ἐπιθυμίαν ὁ ἀνάξιος·
καὶ τῶν πραγμάτων ἐλθόντων εἰς ἐμφάνισιν, ἐδρά-
ξατο τῆς βασιλείας τὰ σκῆπτρα. Καὶ μετὰ δέκατον
χρόνον τοῦ ὀδηγοῦ τῆς ἀπωλείας ὑπαντήσαντος ἐπὶ
προελεύσεως, καὶ δεδωκότος αὐτῷ τὴν χάρτην, ὡς
δῆθεν δεητικοῦ, καὶ ἀναγνόντος αὐτὸν τοῦ παρα-
νόμου, παρʼ αὐτὰ τὸν Ἐβραῖον εἰς τὰ βασίλεια ἐκέ-
vuu LECTONES.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.