PG 95, col. 360

ρων Χριστὸν, ἀλλʼ ἰδοὺ Μαγουδαῖοί τινες φαρμα-
κοὶ καὶ ἐπαοιδοὶ αζαρηνοὶ δρομαῖοι εἰσελαύνονται
εἰς τὰ βασίλεια, πέρας τῶν οἰωνισμάτων καὶ μσν-
τευμάτων αὐτῶν χαρὰν εἰσδεχόμενοι. Εἶτα ὑπὸ τοῦ
νέου ἄνακτος δεξιολαβηθέντες τὴν ὀφειλὴν ἀποτιν-
νύουσιν ἀσυγχώρητα. Τοῦ δὲ ἐτοιμότατα ἐπαγγελλο-
μένου διδόναι Τί ἄρα, ἔφη, ἔστι ταῦτα; Οἱ δέ φασι·
Τοῦτο αἰτούμεθα παρὰ σοῦ, κράτιστε βασιλεῦ, ἵνα
τὸν χαρακτῆρα τοῦ Nαζωραίου Χριστοῦ, καὶ τῆς
μητρὸς αὐτοῦ Μαρίας, ἐκ πάσης ἐκκλησιαστικῆςἱστο-
ρίας ἀπαλείψῃς ὅπως τοῦτο ποιῶν, μέλλεις ἄρχειν
καὶ βασιλεύειν ἄχρι χρόνων ἐκατὸν ἐν τῇ γενεᾷ σου·
εἰ δὲττοῦτο ὑπερθήσῃ, μέλλεις τάχιον, ὡς ὁ Ἀρτέμιος,
ὁ Ἀψίμαρος, ὁ Ἀναστάσιοςθ, ἀναιρεθῆναι, Ὁ δὲ εὐ-
ἡθης καὶ ἀστήρικτος τῇ πίστει, ὥσπερ ὑπὸ ὄφεως
ταῖς δυσὶ μυκτῆρσι πιεζόμενος, μηδὲ ἀναπνεῖν ἔτι
ἰσχύων, ἐτοιμότατα τὸ προσταχθὲν ἐπιτελεῖν ἐπαγ-
ι8. Τούτου δὲ καταδήλου αἰρετικοῦ δειχθέντος,
ἀλώπεκος δὲ χρῶμα ἀναλαβὼν καὶ ὑπούλως πως τὰ
πρῶτα διεξελθὼν, εὐσεβεῖν διετάττετο. Μετὰ δὲ δε-
κατὸν χρόνον, αἴρεσιν ἐμπνεῖ τῇ Ἐκκλησίᾳ· καὶ τὸν
ὑπʼ αὐτὸν λαὸν ἐκκλησιάσας, μέσον πάντων λεον-
τοειδῶς βρύξας ὁ ἀνήμερος θὴρ καὶ λεοντώνυμος,
εἶπεν Εἰδωλικῆς τεχνουργίας ὑπαρχούσης τῆς τῶν
εἰκόνων ἀνατυπώσεως, οὐ δεῖ ταύταις προσκυνεῖν.
Ὁντως τάφος ἀνεωγμένος ἡ λάρυξ αὐτοῦ, καὶ
τοῖχος κεκονιασμένος ἡ τούτου καρδία. Οὐ πολὺ
δὲ τὸ διὰ μέσου, καὶ ὁ Λέων ὡς ἄνθρωπος θνήσκει,
καὶ ὡς εἶς τῶν ἀρχόντων πέπτωκε. Τούτου δὲ τοῦ
ζῇν ἀποῤῥήξαντος, καὶ τοῦ αἰωνίου πυρός γεγονότος
παρανάλωμα, ἀνέστησεν ἀντʼ αὐτοῦ τὸ ἐκείνου μια-
ρὸν γέννημα, Κωνσταντῖνόν φημι. Οὗτος οὖν τὸ τῆς
πονηρᾶς ἐκείνης ῥίζης δένδρον, δηλητήρια παντοῖα
ὰέθρια τῇ ἑαυτοῦ ψυχῇ θησαυρίσας, πορθεῖ, συστρέ-
φει, καταστρέφει, πυρπολεῖ ἅπασαν ἀγίων εἰκόνων
θέαν. νοὺς δὲ τοῦτο ὁ τῆς εὐσεβείας κήρυξ ἔερμα-
νὸς, δηλοῖ πρὸς αὐτόν· Βασιλεῦ, τοῦ Δεσπότου Χρι-
στοῦ καὶ Σωτῆρος ἡμῶν Θεοῦ σαρκωθέντος ἐκ τῶν
ἀχράντων αἱμάτων τῆς ἀγίας Θεοτόκου, καὶ τελείου
αὐτοῦ καθʼ ἡμᾶς ὀφθέντος καὶ περιγραπτοῦ, πᾶσα
ἡ εἰδωλικὴ λατρεία ἐκποδῶν γέγονεν· ἀπὸ δὲ τῆς εἰς
ἡμᾶς αστοῦ συναναστροφῆς, καὶ τῆς τῶν ἀποστόλων
κοσμοσώστου διδασκαλίας ἔως τῆς νυνὶ, ἔτη ψλς,
καὶ οἱ ἀναμέσον τούτοις τοῖς χρόνοις περιελθόντες
ἅγιοι Πατέρες περὶ τῶν ἀγίων εἰκόνων τοιοῦτόν τι
οὐκ ἐνενόησαν ἀλλὰ καὶ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ
σύνοδοι ταύτας αἰροῦσαι, προσκυνεῖσθαι διετάξαντο,
καὶ οὐ καταστρέφεσθαι. Σὺ δὲ, βασιλεῦ, γίνωσκε,
ὅτι εἰ τούτου κρατήσειας, ὑπὲρ τῶν σεπτῶν εἰκόνων
ἑτοίμως ἀποθανοῦμαι. ʼ γὰρ τοῦ Χριστοῦ εἰκὼν τὸ
αὐτοῦ φέρει ὄνομα, καθὸ ἐν σαρκὶ ὡφθη, καὶ τοῖς
Christi illius fert no-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.