PG 95, col. 92
σεως συνωθοῦσαν αὐτόν. Καὶ γὰρ ἀμαθὴς ἡνίοχος
ἐκεῖνος ἂν, ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ ὁ
τὸν σκληρὸν καὶ δυσήνιον μὴ κατέχων ἴππον, ἀλλʼ
ὁ τὸν ἤμερον καὶ ἐπιεικέστερον, μὴ δυνάμενος ὑπο-
τάξαι. Καὶ δῆλόν ἐστι πανταχόθεν, ὡς περιττὴ καὶ
οὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτε
μὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλʼ ἐκ τὴς μοχθη-
ρᾶς προαιρέσεως. Διὸ καὶ ἀσύγγνωστα ἀμαρτάνει
ὁ ταύτῃ ἐκὼν ἡττώμενος· ὥστε χρὴ σαφῶς ἐπι-
γινώσκειν ἡμᾶς, οὐκ εἰς τρυφὴν μόνον, καὶ τὴν τῶν
σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὀρίζεται, ἀλλʼ ἐν
παντὶ τρόπῳ καὶ πράγματι προαιρέσει ψυχῆς
ἀγαπωμένῳ καὶ προσπαθείᾳ. Τνα δὲ σαφέστερον
ἔτι τὰ πάθη κατὰ τὸ τῆς ψυχῆς τριμερὲς δια-
γινώσκηται, καὶ τάδε ἐν ἐπιτόμῳ προσθῆναι διεκρί-
ναμεν.
Πχὶ τοῦ τριμμεροῦς τῆς ῥυχῆς.
Ὁ ψυχὴ διαιρεῖται εἰς τρίσ· λογιστικὸν, θυμικὸν,
καὶ ἐπιθυμητικόν. Ἐκτοῦ μὲν λογικοῦ τὰ ἀμαρτήμα-
τά εἰσι ταῦτα· ἀπιστία, αἴρεσις, ἀφροσύνη, βλασφη-
μία, ἀχαριστία, καὶ αὶ συγκαταθέσεις σωματικῶν
ἀμαρτημάτων, αἶ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους.
Ἡ δὲ τούτων τῶν κακῶν ἴασις καὶ θεραπεία ἡ ἀδί-
στακτός ἐστι πίστις πρὸς τὸν Θεὸν, τὰ ἀληθινὰ καὶ
ἀπλανῆ καὶ ὀρθόδοξα δόγματα τῆς εὐσεβείας, ἡ
συνεχὴς μελέτη τῶν λογίων τοῦ πνεύματος, ἡ κα-
θαρὰ προσευχὴ καὶ ἀδιάλειπτος, καὶ ἡ πρὸς Θεὸν
εὐχαριστία.
Περὶ τοῦ θυμικοῦ.
Τοῦ δὲ θυμικοῦ τὰ ἀμαρτήματά εἰσι ταῦτα· ἡ
ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς, τὸ μνησίκα-
κον, ὁ φθόνος, καὶ ὁ φόνος, καὶ ἡ συνεχὴς πρὸς τὰ
τοιαῦτα μελέτη. ʼἩ δὲ τούτων ἴασις καὶ θεραπεία,
ἡ φιλανθρωπία, ἡ ἀγάπη, καὶ ἡ χρηστότηςν
Περὶ τοῦ ἐπιιθυμητικοῦ.
Τοῦ δὲ ἐπιθυμητικοῦ τὰ ἀμαρτήματά εἰσι ταῦτα·
ἡ γαστπιμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία ἡ πορ-
νεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλο-
χρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, χρυσοῦ τε
καὶ πλούτου, καὶ τῶν σαρκικῶν ἡδονῶν. ʼἩ δὲ τού-
των ἴασις καὶ θεραπεία, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ
·κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς
πένητας σκορπισμὸς, ἡ τῶν μελλόντων ἐκείνων ἀθα-
νάτων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ
δρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία.
Δέον οὖν ἐνθῆναι ἡμᾶς καὶ τὴν διάγνωσιν τῶν
ἐμπαθῶν λογισμῶν, διʼ ὧν πᾶσα ἀμαρτία τελεῖ-
ται.
Ὁκτώ εἰσι πάντες οἱ περιεκτικοὶ τῆς κακίας λο-
γισμοί· ὁ τῆς γαστριμαργίας, ὁ τῆς πορνείας, ὁ
τῆς φιλαργυρίας, ὁ τῆς ὀργῆς, ὁ τῆς λύπης, ὁ τῆς
ἀκηδίας, ὁ τῆς κενοδοξίας, καὶ ὁ τῆς ὑπερηφα-
νίας.
Nos.
(3) Nihil prorsus de continantia habet Græcus
eontextus.