PG 95, col. 96
Τριμερὴςτοίνυν οὕσα, ὡς προδεδήλωται, ἡ ψυχή·
τρία γὰρ, ὡς εἴρηιαι, τὰ μέρη ταύτηςεἰσὶ, λογισμὸς,
θυμὸς καὶ ἐπιθυμία·ἐάν ἐστιν ἐν τῷ θυμικῷ ἀγάπη,
καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ
σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος. Ἐὰν δὲ
ἐν τῷ θυμικῷ ἦ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ
ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος· ὁ μὲν οὖν
λογισμὸς τότε ὑγιαίνει καὶ σωφρονεῖ καὶ φωτίζεται,
ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα, καὶ τοὺς λόγους
τῶν κτισμάτων ἀγνικῶς θεωρεῖ, καὶ πρὸς τὴν μα-
καρίαν καὶ ἀγίαν Τριάδα ἀνάγεται. Ὁ δὲ θυμὸς τότε
πάλιν κινεῖ τὸ κατὰ φύσιν, ὅτε πάντας ἀνθρώπους
ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν ἢ λὐπην, ἢ μνησι-
κακίαν κέκτηται. ʼἩ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ταπει-
νοφροσύνης καὶ ἐγκρατείας καὶ ἀκτημοσύνης νε-
κρώσῃ τὰ πάθη, τουτέστιν ἡδονὴν σαρκὸς, καὶ χρη-
μάτων καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ
πρὸς τὸν θεῖον καὶ ἀθάνατον ἔρωτα· καὶ γὰρ ἡ ἐπι-
θυμία πρὸς τὰ τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν
σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ καὶ πρὸς ἀπάτην
χρημάτων, καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν
καταφροώεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων αὐτοῦ ἐντολῶν,
καὶ τῆς θείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς
τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει,
καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν· ὧν ὁ ἀνώ-
τερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν, ὡς προεί-
ρηται, ἀπολαμβάνειτῆς βασιλείας τῶν οὐρανῶν, καὶ
ζῇ μακαρίαν ζωὴν, προσδοκίᾳ τῆς ἀποκειμένης μα-
καριότητος, τοῖς ἀγαπῶσι τὸν Θεόν· ἦς καὶ ἡμεῖς
ἀξιωθείημεν διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Ἀμήν.
vivit vitam, non extra spem reposita iis, qui diligunt Deum, beatitate potiundi : cujus nos quo-
Amen.
Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθίας,
ἀφελῶς ἐξεθέμεθα, εὐσύνοπτον καὶ σαφῆ σχεδιά-
σαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵνʼ εὐχε-
ρῶς ἔχῃ τις διακρίνειν τε καὶ διαγινώσκειν τὴν τού-
των διαίρεσίν τε καὶ διαφορὰν, τῇ μὲν τούτων
λεπτομερίᾳ καὶ σαφηνείᾳ. Διʼ αὐτὸ γὰρ τοῦτο, καὶ
ποικίλον ἐκάστου καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μη-
δεμίαν, εἰ δυνατὸν, ἰδέαν ἀρετῆς καὶ κακίαν ἀγνοεῖ-
σθαι· καὶ οὕτως τὰς μὲν εὐθύμως πρὸς ἑαυτοὺς
ἐπισπασώμεθα, τὰς ἀρετὰς δηλονότι καὶ μᾶλλον
ψυχικὰς, διʼ ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε
κακίας καὶ σφόδρα ἐκκλίναντες διαδιδράσκομεν·
μακάριος γὰρ, ὡς ἀληθῶς, ὁ ἀρετὴν ζητῶν, καὶ ταύ-
την μετιών· καὶ ὅτι τί ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευ-
νῶν,ὡς διʼ αὐτῆς ἐγγίζωντῷ Θεῷ,καὶ τούτῳ νοερῶς
συγγινόμενος. Τοῦτο γὰρ κυρίως, φρόνησις I..
σοφία τε καὶ γνῶσις ἀψευδὴς, καὶ πλοῦτος ἀναφα-
ρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς πρὸς θεωρίαν ἀν-
ἀγεσθαι τοῦ ποιήσαντος. Ἀρετὴ δὲ καλεῖται, διὰ τὸ
αlρεῖσθαι· αἰρετὴ γὰρ καὶθελητὴ,διὰ τὸ αἰρστῶς καὶ
αὐτεξουσίως τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς,οὐχὶ ἀβουλήτως
καὶ ἀναγκαστῶς· φρόνησις δὲ λέγεται, τὸ πορὰ τῷ
νοῖ φέρειιν τὰ ὡφέλιμα.
VAnIÆ LECroNEs.